# Interpretatio in xiv epistulas sancti Pauli 82.417

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.417

μολυσμὸν δὲ πνεύματος, τῶν εἰδώλων τὴν κοινωνίαν· μολυσμὸν δὲ σαρκὸς, τὴν ἐν ταῖς πράξεσι παρανομίαν. βʹ. «Χωρήσατε ἡμᾶς οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.» Οὐκ ἐναντία φθέγγεται, ποτὲ μὲν αὐτοὺς ἐπαινῶν, ποτὲ δὲ αὐτῶν κατηγορῶν. Καὶ γὰρ κατορθώματα εἶχον, καὶ ἐπλημμέλουν ὡς ἄνθρωποι· καὶ ἐπαινεῖ μὲν δι' ἐκεῖνα, κατηγορεῖ δὲ διὰ ταῦτα. Σκοπὸς δὲ αὐτῷ, καὶ διὰ τῶν ἐπαίνων, καὶ διὰ τῶν ψόγων, εἰς τὴν ἄκραν αὐτοὺς παιδοτριβῆσαι φιλοσοφίαν. Ἐνταῦθα μέν τινας αἰνίττεται ὡς τοῖς ἀπατεῶσιν ὑπαχθέντας ἐκείνοις, καὶ τὰς κατ' αὐτοῦ δεξαμένους διαβολάς. Ὅθεν ἀπολογούμενος ἔφη· Οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν· ἀντὶ τοῦ, Οὔτε ἀπατηλοῖς ἐχρησάμεθα λόγοις, χρωννύντες τῇ κακίᾳ τὸ ψεῦδος, οὔτε ἐπὶ χρήμασιν ἐκηρύξαμεν. Τὸ δὲ, χωρήσατε, τοῖς στενοχωρουμένοις λέγει, καὶ ἀγάπην οὐ κεκτημένοις. Τοῦτο γὰρ καὶ ἄνω ἔφη· Πλατύνθητε καὶ ὑμεῖς. Ἐπειδὴ δὲ εἶπεν, Οὐδένα ἐπλεονεκτήσαμεν, ἀναγκαίως ἐπήγαγεν· γʹ. «Οὐ πρὸς κατάκρισιν λέγω.» Ἀντὶ τοῦ, Οὐ σμικρολογίαν ὑμῖν ὀνειδίζων ταῦτα ἔφην. «Προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῇν.» Καὶ ἐπιμένει θεραπεύων. δʹ. «Πολλή μοι παῤῥησία πρὸς ὑμᾶς.» Ὡς πατρὶ πρὸς παῖδας, ὡς διδασκάλῳ πρὸς μαθητάς. «Πολλὴ μοι καύχησις ὑπὲρ ὑμῶν.» Σεμνύνομαι γὰρ ἐφ' ὑμῖν, καὶ πανταχοῦ τὴν ὑμετέραν πίστιν ἀνακηρύττω. «Πεπλήρωμαι γὰρ τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.» Πάσης γάρ μοι ψυχαγωγίας ἀφορμὴ γίνεται ἡ ὑμετέρα μνήμη. Εἶτα πάλιν ἐξηγεῖται τοὺς πειρασμούς. εʹ. «Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν, οὐδεμίαν ἄνεσιν ἔσχηκεν ἡ σὰρξ ἡμῶν, ἀλλ' ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι.» Οὐ γὰρ μόνον ἡμᾶς συνεῖχεν ὁ πρὸς τοὺς ἐναντίους ἀγὼν, ἀλλὰ καὶ τῶν ἀσθενέστερον διακειμένων ἡ φροντὶς κατανήλισκεν. Ἐδεδίει μὲν γὰρ αὐτῶν τὴν ἐπὶ τὸ χεῖρον μεταβολήν. ϛʹ. «Ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου.» Ἐνταῦθα σκοπὸς αὐτῷ, καὶ τοῦ μακαρίου Τίτου δεῖξαι τὴν ἀρετὴν, καὶ τὴν περὶ αὐτὸν ἐν αὐτοῖς ἀγάπην πυρσεῦσαι. Αὐτὸς γὰρ τοῖσδε διηκόνει τοῖς γράμμασι. Τούτου χάριν ἔφη, ὅτι ἤρκεσεν εὐθὺς φανεὶς ἀποσκεδᾶσαι τὴν τῶν ἀνιαρῶν προσβολήν. ζʹ. «Οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ' ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ.» Ηὔξησε δέ μοι τὴν εὐθυμίαν καὶ τοῖς περὶ ὑμῶν διηγήμασιν· ἀπήγγειλε γάρ μοι ὅπως ἡμᾶς ποθεῖτε θεάσασθαι, ὅπως δὲ ἀποδύρεσθε τὰ γινόμενα πλημμελήματα,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
