# Interpretatio in xiv epistulas sancti Pauli 82.420

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.420

καὶ ὅσον ὑπὲρ ἐμοῦ πρὸς τοὺς ἐναντίους ἀνεδέξασθε ζῆλον. «Ὥστε μᾶλλον ἐμὲ χαρῆναι. (ηʹ.) Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ Ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην.» Ταῦτα γὰρ μαθὼν, πολλὴν ἐδεξάμην τὴν εὐφροσύνην, καίτοι λίαν ἀλγῶν, ὅτι λυπῆσαι ὑμᾶς διὰ τῶν γραμμάτων ἠναγκάσθην ἐκείνων. «Βλέπω γὰρ ὅτι ἡ Ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. (θʹ.) Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.» Εἰ γὰρ καὶ πρὸς ὀλίγον ὑμᾶς ἠνίασεν ἐκεῖνα τὰ γράμματα, ἀλλ' οὖν μεγίστην ὠφέλειαν ἐπραγματεύσατο. Ἐγὼ δὲ χαίρω, οὐ γυμνὴν τὴν λύπην, ἀλλὰ τῆς λύπης θεωρῶν τὸν καρπόν· ἡ λύπη γὰρ ἐκείνη βεβλάστηκε τὴν ἐπαινουμένην μετάνοιαν. ιʹ. «Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.» Τὸ γὰρ ἐπὶ τοῖς ἐπταισμένοις ἀλγεῖν τὴν ἀληθῆ πραγματεύεται σωτηρίαν. Κόσμου δὲ λύπην ἐκάλεσε, τὴν ἐπὶ ζημίᾳ χρημάτων, τὴν ἐπὶ θανάτῳ παίδων ἢ γυναικῶν, ἧς ἡ ἀμετρία τὸν θάνατον οἶδεν ἐπάγειν. Οὗ δὴ χάριν καὶ μεταμέλονται πολλάκις οἱ πέρα τοῦ μέτρου θρηνήσαντες. Οἱ δὲ τὴν ἁμαρτίαν ὀλοφυρόμενοι, κἂν ἀμέτρως θρηνήσωσιν, εὐφροσύνην καρποῦνται, μεταμέλειαν οὐ δεχόμενοι. ιαʹ. «Ἰδοὺ γὰρ αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδὴν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν.» Δεξάμενοι τῶν γραμμάτων τὸν ἔλεγχον, πᾶσαν μὲν σπουδὴν εἰς ἀπολογίαν εἰσενέγκατε, κατὰ δὲ τῶν ἡμαρτηκότων ὁπλίσατε τὸν θυμὸν, τὸ δὲ θεῖον εἰσεδέξασθε δέος, ἐποθήσατε δὲ καὶ ἡμᾶς θερμότερον ἢ πάλαι, ζῆλον δὲ δίκαιον ἀναλαβόντες, ἐπὶ τοῖς παραβεβασμένοις ἐθρηνήσατε νόμοις. «Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι.» Ἐδείξατε σαφῶς ὡς οὐ συνήσθητε τοῖς κακῶς ὑπ' ἐκείνων γεγενημένοις· τοῦτο γὰρ λέγει ἁγνοὺς εἶναι. ιβʹ, ιγʹ. «Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ εἵνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ εἵνεκεν τοῦ ἀδικηθέντος, ἀλλ' εἵνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ἡμῶν τὴν ὑπὲρ ὑμῶν πρὸς ὑμᾶς, ἐνώπιον τοῦ Θεοῦ.» Ὡς ἔδειξε τῶν πραγμάτων ἡ ἔκβασις, ὑμῶν ἕνεκα τὴν Ἐπιστολὴν ἐκείνην ἐγράψαμεν, ὥστε ἡμῶν τὴν περὶ ὑμᾶς γυμνωθῆναι διάθεσιν. Ἀδικήσαντα δὲ λέγει τὸν πεπορνευκότα· ἀδικηθέντα δὲ τὸν ἐκείνου πατέρα. Καὶ τεθνεὼς γὰρ ἠδίκητο, τῆς εὐνῆς ὑβρισθείσης. «Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ τῇ παρακλήσει ὑμῶν· περισσότερον μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν. (ιδʹ.) Ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην.» Διαφερόντως δὲ ἥσθην, ὅτι τὴν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
