# Interpretatio in xiv epistulas sancti Pauli 82.421

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.421

ὑμετέραν μνήμην ὁ Τίτος ἐν τῇ ψυχῇ περιφέρει, τὴν ἁπάντων ὑμῶν ἀνακηρύττων ἀγάπην· καὶ διὰ τῆς πείρας μεμάθηκεν ὡς ἀληθῆ τὰ παρ' ἐμοῦ πολλάκις περὶ ὑμῶν εἰρημένα. «Ἀλλ' ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη.» Οὐδὲν γὰρ ψευδὲς εἰπεῖν ἠνεσχόμεθα πώποτε, ἀλλὰ καὶ ὑμῖν ἀληθῆ διδασκαλίαν προσενηνόχαμεν, καὶ τοὺς ὑμετέρους ἐπαίνους ἀληθείᾳ διεκοσμήσαμεν. ιεʹ. «Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως πρὸς ὑμᾶς ἐστιν, ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοὴν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν.» Ἄγαν δὲ περὶ ὑμᾶς διάκειται, καὶ ἄληστον ὑμῶν περιφέρει τὴν μνήμην, διηγούμενος ὅπως μὲν αὐτοῦ παραινέσεσιν εἴξατε, ὅσον δὲ αὐτῷ προσενηνόχατε γέρας, καὶ ὡς πατέρα τιμῶντες, καὶ ὡς ἄρχοντα πνευματικὸν δεδιότες. ιϛʹ. «Χαίρω οὖν ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν.» Ἐγὼ δὲ θυμηδίας ἐμπίπλαμαι, ὅτι καὶ ἐπιπλήττειν ὑμῖν καὶ ἐπιτιμᾶν θαῤῥῶ. Καὶ αὖ πάλιν εὐφημῶν οὐ διαμαρτάνω τῆς ἀληθείας. Προσήκει τοίνυν καὶ ἡμᾶς, καὶ τοὺς διδασκομένους, καὶ τοὺς διδάσκοντας, ὠφελείας ἐντεῦθεν χαρακτῆρα λαβεῖν· καὶ τοὺς μὲν διδασκάλους τὸν τῆς οἰκουμένης μιμεῖσθαι διδάσκαλον, καὶ ἐπιτιμᾷν εἰς καιρὸν, καὶ ἐλέγχειν εἰς δέον, καὶ παρακαλεῖν καὶ προτρέπειν, καὶ διεγείρειν ταῖς εὐφημίαις· τοὺς δὲ τῆς διδασκαλίας ἀπολαύοντας πείθεσθαι τοῖς διδάσκουσι, καὶ μετὰ πόθου καὶ φόβου δέχεσθαι τῆς διδασκαλίας τὰ νάματα, καὶ διὰ τῆς τοιαύτης ἀρδείας φέρειν τῷ Σωτῆρι Χριστῷ τὸν καρπὸν, μεθ' οὗ τῷ Πατρὶ ἐν τῷ παναγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. ΚΕΦΑΛ. Ηʹ. αʹ. «Γνωρίζω δὲ ὑμῖν τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας.» Τὰ κατὰ μακάριον διηγησάμενος Τίτον, καὶ τοῖς ἐπαίνοις αὐτοὺς ἱκανῶς προθεραπεύσας, ἐπήγαγε· Χαίρω ὅτι ἐν παντὶ θαῤῥῶ ὑμῖν. Δείκνυσι δὲ διὰ τῶν πραγμάτων τὸ θάρσος, καὶ περὶ τῆς τῶν ἁγίων προμηθείας προσφέρει παραίνεσιν. Πρῶτον δέ γε τῶν Μακεδόνων διηγεῖται τὴν εἰλικρινῆ πίστιν, καὶ τοὺς περὶ ταύτης ἀγῶνας, καὶ τὴν ἐν πενίᾳ μεγαλοψυχίαν. Θεοῦ δὲ χάριν ὠνόμασε τὴν κτῆσιν τῶν ἀγαθῶν· οὐ τὸ τῆς γνώμης ἐκβαλὼν αὐθαίρετον, ἀλλὰ διδάσκων ὅτι διὰ τῆς θείας ἐπικουρίας δυνατὸν συναγαγεῖν τὸν πλοῦτον τῆς ἀρετῆς. βʹ. «Ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν, καὶ ἡ κατὰ βάθος πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν.» Μέγιστον αὐτοῖς ἐγκώμιον ἔπλεξεν. Ἐν δυσθυμίᾳ γὰρ αὐτοὺς ἔδειξεν εὐθυμοῦντας, καὶ ἐν ἐσχάτῃ πενίᾳ φιλοτιμίᾳ πλουτοῦντας. Τοῖς κύμασι γὰρ περικλυζό-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
