# Interpretatio in xiv epistulas sancti Pauli 82.424

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.424

μενοι πάντοθεν, ὡς ἐξ οὐρίων φερόμενοι χαίρουσι, καὶ αὐτῶν τῶν ἀναγκαίων σπανίζοντες, ἐπιδείκνυνται μεγαλοψυχίαν ὡς πλούτῳ περιῤῥεόμενοι. γʹ, δʹ. «Ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν αὐθαίρετοι. Μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους.» Μαρτυρῶ γὰρ αὐτοῖς, ὡς ἐνίκησαν τῇ προθυμίᾳ τὴν δύναμιν, καὶ τὴν ἡμετέραν παραίνεσιν προὔλαβον αὐτοὶ, δεηθέντες ἡμῶν τῆς τῶν ἁγίων θεραπείας φροντίσαι. Χάριν δὲ καὶ κοινωνίαν, τὴν τοιαύτην θεραπείαν ἐκάλεσε· δι' ἀμφοτέρων διδάσκων ὡς τοῦ μεταδιδόντος τὸ κέρδος· κοινωνοὶ γὰρ τῶν θεραπευομένων οἱ θεραπεύοντες. εʹ, ϛʹ. «Καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ' ἑαυτοὺς παρέδωκαν πρῶτον τῷ Κυρίῳ, καὶ ἡμῖν διὰ θελήματος Θεοῦ. Εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτω καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην.» Τὸ, οὐ καθὼς ἠλπίσαμεν, οὐ περὶ τῆς γνώμης λέγει, ἀλλὰ περὶ τοῦ πλήθους τῶν χρημάτων· ἀφορῶντες σμικρά τινα προσεδοκήσαμεν συλλογήσασθαι, ἀλλ' ἐνίκησε τὴν πενίαν ἡ μεγαλοψυχία. Αἰτία δὲ τούτων ἡ περὶ τὸν Θεὸν ἀγάπη· ἑαυτοὺς γὰρ ἀνέθηκαν τῷ Θεῷ, καὶ ἡμῖν δὲ ὡσαύτως ὡς διακόνοις Θεοῦ. Ταύτην τοίνυν αὐτῶν τὴν σπουδὴν θεασάμενοι, παρεκαλέσαμεν Τίτον αὖθις δραμεῖν πρὸς ὑμᾶς, καὶ ἐπιθεῖναι τῇ προλαβούσῃ διδασκαλίᾳ τὸ πέρας. Οὕτως αὐτοὺς τοῖς τῶν Μακεδόνων διεγείρας ἐπαίνοις, ἄρχεται λοιπὸν τῆς εἰσηγήσεως. ζʹ. «Ἀλλ' ὥσπερ ἐν παντὶ περισσεύετε πίστει, καὶ λόγῳ, καὶ γνώσει, καὶ πάσῃ σπουδῇ, καὶ τῇ ἐξ ὑμῶν ἐν ἡμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.» Τῶν πνευματικῶν αὐτοὺς ἀνέμνησε χαρισμάτων· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι.» Ἐμαρτύρησε δὲ αὐτοῖς καὶ τὴν περὶ ἀλλήλους ἀγάπην, διὰ τῆς εὐφημίας τὴν μεγαλοψυχίαν πραγματευόμενος. ηʹ. «Οὐ κατ' ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων.» Ταῦτα δὲ ἔφην, οὐ κελεύων, ἀλλὰ συμβουλεύων, καὶ δοκίμους ἀποφῆναι βουλόμενος· διὰ γὰρ δὴ τοῦτο καὶ τὴν Μακεδόνων ὑπέδειξα προθυμίαν. Εἶτα τὸ μέγιστον εἰσφέρει παράδειγμα. θʹ. «Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι' ὑμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.» Ἀποβλέψατε γὰρ εἰς τὸν τῶν ὅλων ποιητὴν καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
