# Interpretatio in xiv epistulas sancti Pauli 82.433

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.433

διὰ πάντων τὸν τῶν ὅλων ὑμνεῖσθαι Θεόν. Λέγει δὲ καὶ ἐπὶ τίσιν ὑμνεῖται. «Ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς, καὶ εἰς πάντας, (ιδʹ) καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐν ὑμῖν.» Ὁρῶντες γὰρ ὅπως μὲν τὸ θεῖον ἐδέξασθε κήρυγμα, ὅπως δὲ ὑμᾶς αὐτοὺς ὑπετάξατε τῷ Δεσπότῃ, θεωροῦντες δὲ καὶ τὴν περὶ τοὺς ἁγίους φιλοτιμίαν, οὐκ ἐκείνους μόνους τοὺς ἐν Ἱεροσολύμοις διάγοντας, ἀλλὰ καὶ τοὺς ὁπουδήποτε, τὴν δοξολογίαν προσφέρουσι τῷ τούτων αἰτίῳ Θεῷ· καρποῦσθε δὲ καὶ ὑμεῖς τὰς ὑπὲρ ὑμῶν ὑπ' ἐκείνων προσφερομένας δεήσεις. Σφόδρα γὰρ ὑμᾶς ποθοῦσι, τὴν περὶ ὑμᾶς τοῦ Θεοῦ φιλοτιμίαν μανθάνοντες. ιεʹ. «Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.» Σύνηθες τῷ Ἀποστόλῳ τὸν Θεὸν ἀνυμνεῖν ὅταν περί τινος τῶν θείων οἰκονομιῶν διεξίῃ. Οὗ δὲ ἡ δωρεὰ ἀνεκδιήγητος, πῶς ἡ οὐσία καταληπτή; Ταῦτα περὶ τῆς τῶν ἁγίων θεραπείας διεξελθὼν, ἄρχεται λοιπὸν τὴν κατὰ τῶν ἀπατεώνων ἐκείνων ἐξυφαίνειν κατηγορίαν· ἅπτεται δὲ καὶ αὐτῶν Κορινθίων, αἰνιττόμενος ὥς τινες ἐξ αὐτῶν ταῖς ἐκείνων ψευδολογίαις ὑπήχθησαν. ΚΕΦΑΛΑΙΟΝ Ιʹ. αʹ, βʹ. «Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς. Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.» Οἱ ἐξ Ἰουδαίων πεπιστευκότες, καὶ τὴν νομικὴν πολιτείαν μετιέναι παρεγγυῶντες, ἐκακηγόρουν τὸν θεῖον Ἀπόστολον, εὐτελῆ μὲν ἀποκαλοῦντες καὶ ἰδιώτην, λέγοντες δὲ αὐτὸν λάθρα φυλάττειν τὸν νόμον, προφανῶς δὲ τοῦτο μὴ ποιεῖν διὰ τὴν τῶν ἐξ ἐθνῶν πεπιστευκότων ἀσθένειαν. Τὸ γὰρ, κατὰ σάρκα περιπατεῖν, ἀντὶ τοῦ, κατὰ τὸν νόμον πολιτεύεσθαι, τέθεικε. Τὸ δὲ, αὐτὸς ἐγὼ Παῦλος, πολλὴν ἔμφασιν ἔχει τῆς ἀποστολικῆς ἀξίας· ἀναμιμνήσκει γὰρ αὐτοὺς τῶν παρ' αὐτοῖς γεγενημένων θαυμάτων, καὶ τῶν δι' αὐτοῦ παρασχεθέντων αὐτοῖς χαρισμάτων. Τῆς δὲ τοῦ Χριστοῦ πραότητος καὶ ἐπιεικείας ἐμνήσθη, διδάσκων ὅτι ταύτης ὢν ζηλωτὴς μετρίῳ κέχρηται τῷ φρονήματι, καὶ τὴν ἀποστολικὴν οὐκ ἐπιδείκνυσι ἐξουσίαν. γʹ. «Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα.» Σάρκα γὰρ περικείμενοι, τοῖς τῆς σαρκὸς οὐκ ἀκολουθοῦμεν παθήμασι. δʹ. «Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρω-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
