# Interpretatio in xiv epistulas sancti Pauli 82.436

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.436

μάτων.» Ὅπλα γὰρ ἔχομεν τοῦ Πνεύματος τὰ χαρίσματα, δι' ὧν νικηφόροι γινόμεθα, καὶ τοὺς ἀντιτείνοντας ὑποτάττομεν τῷ Δεσπότῃ. Εἶτα σαφέστερον τὰ ὀχυρώματα δείκνυσι. «Λογισμοὺς καθαιροῦντες, (εʹ) καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.» Ὥσπερ ναοὺς τοῦ Θεοῦ τοὺς ἁγίους ὠνόμασεν, οὕτως ὀχυρώματα διαβόλου τοὺς τῇ δυσσεβείᾳ δεδουλωμένους. Τούτους, φησὶ, καθάπερ τινὰς δορυαλώτους, ἀπὸ τῆς παρατάξεως ἄγοντες, τῷ βασιλεῖ τῶν ὅλων προσφέρομεν, καὶ τοῖς τούτου νόμοις παρασκευάζομεν ἕπεσθαι. ϛʹ. «Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.» Τὴν τῆς μακροθυμίας αἰτίαν δεδήλωκεν. Ἀναμένομεν γὰρ, φησὶ, λόγῳ πεῖσαι καὶ παραινέσει τοὺς πλείστους, εἶθ' οὕτως κολᾶσαι τοὺς ἐπὶ πλεῖστον ἀντιτείνειν ἐπιχειροῦντας. ζʹ. «Τὰ κατὰ πρόσωπον βλέπετε;» Κατ' ἐρώτησιν ἀναγνωστέον. Δοκιμάζειν, φησὶν, ἕκαστον ἡμῶν βούλεσθε, καὶ τὰ καθ' ἡμᾶς ἐξετάζειν; Οὐκοῦν σὺν ἀκριβείᾳ τοῦτο ποιήσατε. «Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς.» Τέως, φησὶ, κατ' αὐτὴν τὴν ἐπωνυμίαν οὐκ ἠλαττώμεθα. τῇ γὰρ τοῦ Χριστοῦ προσηγορίᾳ καὶ ἡμεῖς λαμπρυνόμεθα. Σοφῶς δὲ ἄγαν τὴν τῶν ἔργων παρεξέτασιν τελευταίαν κατέλιπε, πρώτην δὲ τὴν ἀπὸ τῆς προσηγορίας ἰσότητα τέθεικεν. Εἶτα ἐπάγει· ηʹ. «Ἐάν τε γὰρ καὶ περισσότερόν τι καυχήσωμαι καὶ περὶ τῆς ἐξουσίας ἧς ἔδωκεν ὁ Κύριος ἡμῖν εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι.» Ἔδειξεν ὡς ἑκὼν παραλιμπάνει τῶν χαρισμάτων τὸν πλοῦτον· τὴν δέ γε ἐξουσίαν εἰληφέναι εἴρηκεν εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν, δεικνὺς ἐκείνους τοὐναντίον ποιοῦντας, καὶ οἰκοδομεῖν μὲν οὐ βουλομένους, τοὺς δὲ ἀλλοτρίους πόνους καθαιρεῖν πειρωμένους. θʹ, ιʹ. «Ἵνα μὴ δόξω ὡς ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος.» Ταῦτα περὶ αὐτοῦ λέγειν εἰώθεσαν οἱ ταῖς κατ' αὐτοῦ κεχρημένοι διαβολαῖς. ὅτι μεγαλοῤῥημονεῖ μὲν ἀπὼν, παρὼν δέ ἐστιν εὐτελὴς καὶ λίαν ἀπαίδευτος. ιαʹ. «Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.» Δυνάμεθα γυμνῶσαι τῆς ἀποστολικῆ ἀξίας τὸ μέγεθος, καὶ τὰ πράγματα δεῖξαι συνομολογοῦντα τοῖς γράμμασιν. ιβʹ. «Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ συγκρίνοντες

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
