Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.437
Not analysed yet
ἑαυτοῖς ἑαυτοὺς, οὐ συνιᾶσιν.» Ἀσαφῶς ἅπαν τὸ χωρίον τοῦτο γέγραφεν, ἐναργῶς ἐλέγξαι τοὺς αἰτίους οὐ βουλόμενος. Λέγει δὲ τοῦτο· Ἐκεῖνοι εἰς ἑαυτοὺς ἀποβλέποντες, μόνους μεγίστους ἑαυτοὺς ὑπειλήφασιν· ἡμᾶς δὲ μὴ γένοιτο κατ' ἐκείνους τὰ καθ' ἡμᾶς αὐτοὺς ἐξετάσαι. Τοῦτο δὲ διὰ τῶν ἑξῆς διδάσκει σαφέστερον. ιγʹ. «Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου ἐφικέσθαι ἄχρι καὶ ὑμῶν.» Μέτρον κανόνος τὴν ὑπὸ Θεοῦ δεδομένην ἐκάλεσε χάριν. Ταύτην γὰρ ὁ μεγαλόδωρος διένειμε τοῖς πιστεύουσι. Τοῦτο καὶ Ῥωμαίοις ἐπιστέλλων ἔφη· «Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.» Λέγει δὲ, ὅτι Τὴν τοῦ φρονήματος περικόπτομεν ἀμετρίαν, εἰς δὲ τὴν δεδομένην ἀποβλέπομεν χάριν, καὶ ἴσμεν ὅτι μέχρις ὑμῶν ὁ ἡμέτερος ἔφθασε δρόμος. Τοῦτο γὰρ διδάσκει τὰ ἑξῆς· ιδʹ—ιϛʹ. «Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς, ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν· εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι.» Ἡμεῖς τῷ δεδομένῳ κεχρήμεθα μέτρῳ, καὶ πρὸς ἐκεῖνο μετροῦμεν τὰ καθ' ἡμᾶς. Οἴδαμεν δὲ ὅτι καὶ μέχρις ὑμῶν ἐληλύθαμεν, καὶ τὸ θεῖον ὑμῖν προσενηνόχαμεν Εὐαγγέλιον. Ἐλπίζομεν δὲ καὶ περαιτέρω προβῆναι, ὑμῶν δηλονότι τῇ πίστει βεβαιουμένων, καὶ τοῖς ἡμετέροις πόνοις προσμαρτυρούντων. Μὴ γὰρ γένοιτο ἡμᾶς ἐπὶ τοῖς ἀλλοτρίοις ἱδρῶσι μέγα φρονεῖν. Τοῦτο γὰρ εἶπεν, οὐκ ἐν ἀλλοτρίῳ κανόνι, εἰς τὰ ἕτοιμα καυχήσασθαι. Αἰνίττεται δὲ ἐκείνους, τοὺς τοῖς μὲν οὐδέπω πεπιστευκόσι κηρύττειν οὐχ αἱρουμένους, τοὺς δὲ τὸ κήρυγμα δεξαμένους διαφθείρειν ἐπιχειροῦντας. Ἐπειδὴ δὲ πολλάκις εἶπε, καυχώμεθα, ἵνα μή τις αὐτὸν ἀληθῶς μέγα φρονεῖν οἰηθῇ, ἀναγκαίως ἐπήγαγεν· ιζʹ. «Ὁ δὲ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.» Οὐδὲ γὰρ ἐφ' ἑαυτοῖς σεμνυνόμεθα, ἀλλ' ἐπὶ ταῖς θείαις ἀγαλλόμεθα δωρεαῖς. ιηʹ. «Οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων ἐκεῖνός ἐστι δόκιμος, ἀλλ' ὃν ὁ Κύριος συνίστησιν.» Οὐ γὰρ ἑαυτοῖς προσήκει προσμαρτυρεῖν ἀρετὴν, ἀλλὰ τὴν θείαν ψῆφον προσμένειν. Εἶτα, μέλλων τοὺς οἰκείους ἐπαίνους διεξιέναι, προθεραπεύει τὴν ἀκοὴν, ἀφροσύνην τὸ πρᾶγμα καλῶν. ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. αʹ. «Ὄφελον ἀνέχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ.» Οἶδα, φησὶν, ὡς οὐ προσήκει τοῖς ἀγχινοίᾳ κεκοσμημένοις οἰκείους ἐπαίνους διεξιέναι· ἀναγκάζομαι δὲ τοῦτο ποιεῖν· ἀνέχεσθε τοίνυν μικρᾶς ἀφροσύνης.