# Interpretatio in xiv epistulas sancti Pauli 82.440

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.440

Εἶτα ἠθικώτερον· «Ἀλλὰ καὶ ἀνέχεσθέ μου.» Δείκνυσι δὲ καὶ τὸν τῶν εἰρημένων σκοπόν. βʹ, γʹ. «Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δὲ μή πως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὑτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν.» Προμνήστωρ ὑμῶν ἐγενόμην, καὶ τοῦ γάμου μεσίτης· δι' ἐμοῦ ἐδέξασθε τοῦ νυμφίου τὰ δῶρα. Οὗ δὴ χάριν ζηλοτύπως διάκειμαι, δεδιὼς καὶ τρέμων μὴ τῆς ἁπλότητος ὑμῶν ἡ τούτων περιγένηται πανουργία. Πᾶσαν μέντοι τὴν Ἐκκλησίαν παρθένον ὠνόμασε, τῆς πίστεως τὸ ἀκραιφνὲς οὕτω καλῶν. Οὐ γὰρ παρθενίαν ἅπαντες οἱ πιστεύοντες ἐπαγγέλλονται· ἀλλὰ τῷ γνησίῳ τῆς πίστεως ἅπαντας προσήκει διακοσμεῖσθαι. Σφόδρα δὲ ἁρμοδίως οὐ τοῦ διαβόλου, ἀλλὰ τοῦ ὄφεως ἐμνημόνευσε, δεικνὺς καὶ τούτους τῷ ὄφει παραπλησίως ὄργανα τοῦ διαβόλου γεγενημένους. Καὶ αὐτὴν δὲ τὴν βλάβην φθορὰν προσηγόρευσεν, ἐπειδὴ καὶ αὐτοὺς παρθένον ὠνόμασεν. δʹ. «Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ Πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ Εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε.» Πρὸς τοὺς ἀπατηθέντας τὴν κατηγορίαν μετήνεγκεν, καὶ σαφῶς ἔδειξε τῆς ἐξαπάτης τὴν ἀτοπίαν. Τί δήποτε γὰρ, φησὶ, ὑπήχθητε; Ἄλλον ὑμῖν ἐκήρυξαν Ἰησοῦν· ἑτέρας δὲ ὑμῖν παρέσχον τοῦ Πνεύματος δωρεάς· ἄλλο δὲ προσήνεγκαν Εὐαγγέλιον. εʹ. «Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν ἀποστόλων.» Ἀλλὰ γὰρ, φησὶ, περιττὸν τούτοις τὰ ἡμέτερα συγκρίνειν. Ἡγοῦμαι γὰρ ὅτι τῶν μεγάλων τῆς ἀληθείας οὐκ ἀποδέομεν κηρύκων. Καὶ τοῦτο δὲ ἐκέρασε τῇ μετριότητι· οὐ γὰρ εἶπεν, Ἴσος εἰμὶ τῶν ὑπὲρ λίαν ἀποστόλων· ἀλλὰ, λογίζομαι, τουτέστι νομίζω, μηδὲν αὐτῶν ὑστερηκέναι. ϛʹ. «Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει.» Ἠδύνατο μὲν εἰπεῖν, ὅτι οἱ κορυφαῖοι τῶν ἀποστόλων ἰδιῶται· ἀλλ' οὐδὲν περὶ ἐκείνων ἔφη, ἀλλὰ περὶ ἑαυτοῦ φησιν ὅτι Τὴν μὲν γλῶτταν ἀπαίδευτον ἔχω, τὴν δὲ διάνοιαν τῇ θεογνωσίᾳ κεκοσμημένην. «Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς.» Τούτων δὲ καὶ ὑμεῖς μάρτυρες· δῆλα γὰρ ὑμῖν ἐγένετο τὰ ἡμέτερα. ζʹ. «Ἢ ἁμαρτίαν ἐποίησα, ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε; ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ Εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;» Ταύτην, ὡς ἔοικεν, ἔχω κατηγορίαν, ὅτι μετριότητι πολλῇ παρ' ὑμῖν ἐχρησάμην, καὶ κηρύττων ὑμῖν Εὐαγγέλιον, οὐδὲ τὴν ἀναγκαίαν παρ' ὑμῶν ἐκομισάμην τροφήν. ηʹ. «Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν.» Ὑμῖν προσφέρων τὸ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
