# Interpretatio in xiv epistulas sancti Pauli 82.441

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.441

κήρυγμα, παρ' ἄλλων ἐκομιζόμην ἀναγκαίαν τροφήν. Καλῶς δὲ τὸ ὀψώνιον τέθεικεν, ἐπειδὴ καὶ στρατείας ἐν τοῖς πρόσθεν ἐμνήσθη. Σεσυληκέναι δὲ ἔφη τὰς ἄλλας Ἐκκλησίας, ἐπειδὴ παρὰ Κορινθίοις κηρύττων παρ' ἄλλων ἐτρέφετο. θʹ. «Καὶ παρὼν πρὸς ὑμᾶς, καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας.» Διὰ πάντων ἔδειξε καὶ τὴν ἐκείνων σμικρολογίαν, καὶ τὴν αὑτοῦ φιλοτιμίαν. Καὶ παρήμην γὰρ, φησὶ, καὶ ὑμῖν, τὸ θεῖον προσφέρων κήρυγμα, καὶ ἐν ἐνδείᾳ κατέστην, καὶ βαρῦναι ὑμᾶς οὐκ ἠνεσχόμην. Μακεδόνες γάρ μου τὴν χρείαν ἐπλήρωσαν. Καὶ αὐτὴ δὲ μεγίστη Κορινθίων κατηγορία· παρ' αὐτοῖς γὰρ διάγων ὁ Ἀπόστολος, παρ' ἑτέρων ἐτρέφετο. Ἵνα δὲ μὴ νομίσωσιν αὐτὸν τοῦ λαβεῖν ἕνεκεν ταῦτα λέγειν, ἀναγκαίως ἐπήγαγε· «Καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα, καὶ τηρήσω.» Καὶ ὡς ἂν μή τις ὑπολάβῃ λόγοις αὐτὸν μόνον τοιούτοις κεχρῆσθαι, προστέθεικε καὶ ὅρκον. ιʹ. «Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας.» Οὐδεὶς, φησὶ, ἐμφράξει μου τὸ στόμα, οὐδὲ ἀποστερήσει με τοῦ τῆσδε φιλοτιμίας αὐχήματος. Ἔπειτα εἰδὼς τὸ βαρὺ τῶν εἰρημένων, τὴν θεραπείαν προσφέρει. ιαʹ. «Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Θεὸς οἶδε.» Τῇ μαρτυρίᾳ πᾶσαν πονηρὰν ὑποψίαν ἐξήλασε. Διὰ τί οὖν οὐ λαμβάνεις; ιβʹ. «Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμὴν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς.» Τῶν ἐναντίων χάριν τοῦτο ποιῶ, τὰς τῆς καθ' ἡμῶν λοιδορίας περικόπτων προφάσεις. Ἔδειξε δὲ αὐτοὺς λόγῳ κομπάζοντας, λάθρα δὲ χρηματιζομένους· τοῦτο γὰρ μετ' ὀλίγα φησί· Ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει. ιγʹ—ιεʹ. «Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.» Ἔθος τῷ διαβόλῳ μιμεῖσθαι τὰ θεῖα, καὶ τοῖς μὲν προφήταις ψευδοπροφήτας ἀντιστρατεύειν, ἀγγέλων δὲ τὸ σχῆμα μιμεῖσθαι, καὶ τοὺς ἀνθρώπους ἐξαπατᾷν. Οὐ τοίνυν θαυμαστὸν, εἰ καὶ οὗτοι τῆς ἀποστολικῆς προσηγορίας ἑαυτοῖς περιτιθέασι προσωπεῖα, καὶ δόλῳ κέχρηνται συνεργῷ πρὸς τὴν τῶν ἀνθρώπων ἀπάτην. Δρέψονται δὲ οὐκ εἰς μακρὰν ὧν ἐπιτηδεύουσι τοὺς καρπούς.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
