Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.444
Not analysed yet
ιϛʹ. «Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.» Πολλάκις ὁρμήσας διὰ τὴν τῶν μαθητῶν ὠφέλειαν τοὺς οἰκείους πόνους διεξελθεῖν, ὑπὸ τοῦ οἰκείου πάλιν ἐχαλινώθη φρονήματος. Κἀνταῦθα τοίνυν παρακαλεῖ μὴ δόξαι παρ' αὐτοῖς ἄφρονος ἔργον ποιεῖν. Εἰ δὲ μὴ πείθεσθε, φησὶν, ἀνέχεσθε γοῦν ὡς ἄφρονος. ιζʹ. «Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.» Νόμος ἐστὶ Δεσποτικὸς, διδάσκων· «Ὅταν ταῦτα πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν.» Τούτου χάριν ὁ θεσπέσιος ἔφη Παῦλος· Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀντὶ τοῦ, Παρὰ τὸν αὐτοῦ νόμον ταῦτα λέγω. Ἵνα δὲ μή τις ὑπολάβῃ πᾶσαν αὐτοῦ τὴν διδασκαλίαν ἀφροσύνην καλεῖσθαι, ἀναγκαίως προστέθεικεν, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Ἄφρονα, φησὶν, ἐμαυτὸν ἐν τούτοις ὀνομάζω τοῖς λόγοις. ιηʹ. «Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τὴν σάρκα, κἀγὼ καυχήσομαι.» Κατὰ σάρκα ἐνταῦθα τὰ ἐκτὸς ὠνόμασε, πλοῦτον, εὐγένειαν, εὐγλωττίαν. Καὶ γὰρ οἱ ἐναντίοι, ὡς Ἑβραῖοι, μέγα ἐφρόνουν, καὶ τὸν Ἀβραὰμ τὸν πατριάρχην εἰς μέσον προέφερον. ιθʹ—καʹ. «Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. Ἀνέχεσθε γὰρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ὑμᾶς εἰς πρόσωπον δαίρει. Κατὰ ἀτιμίαν λέγω.» Ἔδειξεν ἐκείνους μάτην ἐπὶ τῇ τῶν χρημάτων ὑπεροψίᾳ βρενθυομένους. Τούτου γὰρ δὴ χάριν τέθεικε τὸ, εἴ τις κατεσθίει, καὶ εἴ τις λαμβάνει· τὸ δὲ, εἴ τις ὑμᾶς εἰς πρόσωπον δαίρει, ἀντὶ τοῦ, διαπτύει, παροινεῖ. Τοῦτο γὰρ ἐπήγαγε, Κατὰ ἀτιμίαν λέγω, ἀντὶ τοῦ, Διὰ τὴν παρ' ἐκείνων ἐπαγομένην ὑμῖν ἀτιμίαν τοῦτο ἔφην. «Ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν.» Ἡμᾶς ὑμεῖς ὑπολαμβάνετε δι' ἀσθένειαν μηδὲν τοιοῦτον ποιεῖν. «Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.» Ἐκόλασε τὸ εἰρημένον, ἀφροσύνην καλέσας. Διδάσκει δὲ, ὡς οὐ τὸ ὑβρίζειν, καὶ κατεσθίειν, καὶ λαμβάνειν τολμᾷ, ἀλλὰ τὸ τοὺς οἰκείους ὑποδεικνύναι πόνους. Πρῶτα μέντοι τίθησι τὰ παρ' ἐκείνων ὡς σεμνὰ προσφερόμενα, διδάσκων ὡς οὐδὲ ἐν ἐκείνοις ἔχουσί τι πλέον αὐτοῦ. κβʹ. «Ἑβραῖοί εἰσι, κἀγώ· Ἰσραηλῖταί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ.» Ταῦτα ὡς παρ' ἐκείνων περὶ ἑαυτῶν λεγόμενα τέθεικε· καὶ ἐν μὲν τούτοις ἔδειξε τὴν ἰσότητα, ἐν δέ γε τοῖς γνωμικοῖς κατορθώμασι δείκνυσι τὴν ὑπερβολήν. κγʹ. «Διάκονοι Χριστοῦ εἰσι, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. «Πάλιν τὸ, παραφρονῶν, τέθεικε, διδάσκων ὡς παρὰ γνώμην ταῦτα λέγειν βιάζεται.