# Interpretatio in xiv epistulas sancti Pauli 82.445

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.445

Λέγει δὲ καὶ τῆς ὑπεροχῆς τὸν τρόπον, οὐ τὰς θαυματουργίας φέρων εἰς μέσον, καὶ τοὺς ἀναστάντας νεκροὺς, καὶ τοὺς δραμόντας χωλοὺς, καὶ τὴν τῶν δαιμόνων φυγὴν, καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν· ἀλλὰ τὰ ὑπὲρ τοῦ Εὐαγγελίου παθήματα. «Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτῳ πολλάκις. (κδʹ, κεʹ) Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον. Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα.» Τουτέστι, τοῦ σκάφους διαλυθέντος πᾶσαν τήν τε νύκτα καὶ τὴν ἡμέραν διετέλεσα τῇδε κἀκεῖσε ὑπὸ τῶν κυμάτων φερόμενος. Τεσσαράκοντα δὲ παρὰ μίαν ἐπιφέρειν πληγὰς εἰώθασιν Ἰουδαῖοι. κϛʹ. «Ὁδοιπορίαις πολλάκις.» Τοῦ γὰρ κηρύγματος ἕνεκα τῶν τῆς ἀποδημίας ἠνεσχόμην πόνων. «Κινδύνοις ποταμῶν.» Διαβαίνειν γὰρ αὐτοὺς ἠναγκαζόμην ὁδοιπορῶν. «Καὶ κινδύνοις λῃστῶν.» Τοῖς κατὰ τὴν ὁδὸν ἐπιοῦσι. «Κινδύνοις ἐκ γένους.» Τοὺς Ἰουδαίους ἐμήνυσε. «Κινδύνοις ἐξ ἐθνῶν.» Δῆλον τὸ εἰρημένον. «Κινδύνοις ἐν πόλει.» Τὰς κατ' αὐτοῦ γινομένας ἐπαναστάσεις ἐδήλωσε. «Κινδύνοις ἐν ἐρημίᾳ.» Μόνος γὰρ πολλάκις ἐρήμους τόπους ἠναγκάζετο διαβαίνειν. «Κινδύνοις ἐν θαλάσσῃ.» Καὶ ναυτιλίᾳ ἐχρῆτο, καὶ τὰς νήσους, καὶ τὰς ἠπείρους ἐμπλῆσαι προθυμούμενος τῆς εὐσεβείας. «Κινδύνοις ἐν ψευδαδέλφοις.» Ἄνωθεν γὰρ ὁ διάβολος παρέσπειρε τὰ ζιζάνια. κζʹ. «Ἐν κόπῳ καὶ μόχθῳ.» Τῷ τῆς διδασκαλίας, τῷ τῆς ἐργασίας. «Ἐν ἀγρυπνίαις πολλάκις.» Οὔτε γὰρ ἐν τοῖς δεσμωτηρίοις τὸν ὕπνον ᾑρεῖτο, καὶ μαρτυρεῖ τὰ ἐν Φιλίπποις. «Ἐν λιμῷ καὶ δίψει.» Τοῦτο τῶν ἀκουσίων. «Ἐν νηστείαις πολλάκις.» Τοῦτο τῶν ἑκουσίων. «Ἐν ψύχει καὶ γυμνότητι.» Τοῦτο τῆς ἐνδείας καὶ τῆς ἐσχάτης πενίας. κηʹ. «Χωρὶς τῶν παρεκτός.» Ὀλίγα, φησὶν, ἐκ πολλῶν ἠναγκάσθην διελθεῖν. «Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν.» Ἄγομαι, φησὶ, καὶ περιάγομαι καθ' ἑκάστην ἡμέραν εἰς συνέδρια, εἰς δεσμωτήρια, εἰς δικαστήρια. «Ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν.» Εἰ δέ ποτε καὶ παύσαιντο οἱ διώκοντες, αὐτή με τῶν Ἐκκλησιῶν ἡ φροντὶς κατατήκει. Πάσης γὰρ τῆς οἰκουμένης ἐν ἐμαυτῷ περιφέρω τὴν μέριμναν. κθʹ. «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;» Οὐκ εἶπε, συνασθενῶ, ἀλλ', ἀσθενῶ. Ὡς γὰρ αὐτὴν περικείμενος τὴν ἀσθένειαν, οὕτως ἀνιῶμαι καὶ ὀλοφύρομαι. «Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Ἄλλων σκανδαλιζομένων ἐγὼ πυρπολοῦμαι καὶ καίομαι. λʹ. «Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.» Ἔδειξε μὲν ὡς ἠδύνατο τὰ τῆς χάρι-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
