# Interpretatio in xiv epistulas sancti Pauli 82.457

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.457

ηʹ. «Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ' ὑπὲρ τῆς ἀληθείας.» Πῶς γὰρ οἷόν τε ὑμῶν μετιόντων τὰ πρέποντα τὴν τιμωρητικὴν ἡμᾶς ἐνέργειαν ἐπιδεῖξαι; θʹ. «Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.» Διαφόρως τὰ αὐτὰ εἴρηκεν, ἣν ἔχει περὶ αὐτοὺς ἀγάπην ἐπιδεικνύς. ιʹ. «Διὰ τοῦτο ἀπὼν ταῦτα γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν.» Ἔδειξε καὶ τὴν τιμωρίαν οἰκοδομίαν οὖσαν. Ἑνὸς γὰρ ἢ δύο κολαζομένων ἅπας ὁ σύλλογος τὴν ὠφέλειαν καρποῦται. Οὕτω τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρας δεξαμένων τὴν τιμωρίαν ἐπέπεσε φόβος ἐπὶ πάντας, φησὶ, τοὺς ἀκούοντας. Ἐνταῦθα τοὺς αὐστηροτέρους καταπαύσας λόγους, παραίνεσιν αὐτοῖς ὀνησιφόρον προσενήνοχε. ιαʹ. «Λοιπὸν, ἀδελφοὶ, χαίρετε.» Ἴδιον γὰρ τῶν κατορθούντων τὴν ἀρετὴν εὐφροσύνη. «Καταρτίζεσθε.» Ἀντὶ τοῦ, Ἀναπληρώσατε τὰ ἐλλείποντα. «Παρακαλεῖσθε.» Τῆς ὑπ' ἀλλήλων ἐν τοῖς πειρασμοῖς παραψυχῆς ἀπολαύετε. «Τὸ αὐτὸ φρονεῖτε.» Τῇ ὁμονοίᾳ συσφίγγεσθε, ἓν ὑμῶν ἔστω τὸ φρόνημα. «Εἰρηνεύετε,» καὶ πρὸς ἡμᾶς, καὶ πρὸς ἀλλήλους, καὶ πρὸ πάντων πρὸς τὸν σεσωκότα Θεόν. «Καὶ ὁ Θεὸς τῆς εἰρήνης καὶ τῆς ἀγάπης ἔσται μεθ' ὑμῶν.» Ταῦτα γὰρ ὁρῶν κατορθούμενα πάσης ὑμᾶς ἀξιώσει προνοίας· ἐπειδὴ τούτων αὐτός ἐστι νομοθέτης. ιβʹ. «Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.» Ἀντὶ τοῦ, ἀδόλως, σωφρόνως, ὡς μέλη ἀλλήλων, καὶ σῶμα Χριστοῦ. «Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.» Συνῆψεν αὐτοῖς καὶ τοὺς κατὰ τὴν οἰκουμένην πεπιστευκότας. ιγʹ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν.» Οὐ κατὰ διαίρεσιν ταῦτα τέθεικεν, οὐδὲ τὰ μὲν τῷ Χριστῷ ἀπένειμεν, τὰ δὲ τῷ Πατρὶ, τὰ δὲ τῷ Πνεύματι. Πολλάκις γὰρ τὴν ἀγάπην ἐπὶ τοῦ Πνεύματος τέθεικε, καὶ τὴν κοινωνίαν ἐπὶ τοῦ Υἱοῦ, καὶ τὴν χάριν ἐπὶ τοῦ Θεοῦ καὶ Πατρός. Οὕτω καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ τὴν ἐνέργειαν ἐπὶ τοῦ Πατρὸς τεθεικὼς, μετ' ὀλίγα ταύτην ἐπὶ τοῦ Πνεύματος εἴρηκεν. Ἑτέρως δὲ καὶ τὴν τάξιν τέθεικε τῶν προσώπων, οὐ τὴν ὑπὸ τοῦ Κυρίου τεθεῖσαν ἀνατρέπων, ἀλλὰ διδάσκων ὡς ἡ τάξις τῶν ὀνομάτων οὐ σημαίνει φύσεως ἑτερότητα, ἢ δυνάμεως, ἢ ἀξιωμάτων διαφοράν. Εὐξώμεθα καὶ ἡμεῖς τῆς ἀποστολικῆς εὐλογίας ἀξιωθῆναι, καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Θεοῦ καὶ Σω-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
