# Interpretatio in xiv epistulas sancti Pauli 82.460

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.460

τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι, δόξα καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Κορινθίους δευτέρα Ἐπιστολὴ ἐγράφη ἀπὸ Φιλίππων διὰ Τίτου καὶ Λουκᾶ. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Ἀνήροτον μὲν καὶ ἄσπαρτον τῶν Γαλατῶν τὸ γένος ὁ τρισμακάριος ἐγεώργησε Παῦλος, καὶ τὰ τῆς εὐσεβείας ἐν αὐτῷ κατέβαλε σπέρματα· αὐξανομένων δὲ τούτων, καὶ βαθὺ δεικνύντων τὸ λήϊον, ἀφικόμενοί τινες τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, τὰ περιττὰ τοῦ νόμου παρασπείρειν ἐσπούδαζον, τοὺς θειοτάτους ἀποστόλους, Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, καὶ τοὺς ἄλλους ἅπαντας διδασκάλους ἔχειν αὐχοῦντες, καὶ τὰ τούτοις δοκοῦντα ποιεῖν νεανιευόμενοι, τὸν δὲ θεσπέσιον διαβάλλοντες Παῦλον, καὶ φάσκοντες μήτε τῆς Δεσποτικῆς αὐτὸν ἠξιῶσθαι διδασκαλίας, καὶ τῶν ἀποστόλων μαθητὴν γεγενημένον, τὸν τῆς διδασκαλίας διαφθείρειν κανόνα, καὶ παρὰ τὸν ἐκείνων ὅρον παραβαίνειν τὸν νόμον. Ταῦτα καὶ τὰ τούτοις προσόμοια λέγοντες, πολλοὺς ἔπεισαν τῶν Γαλατῶν τὴν νομικὴν πολιτείαν ἀσπάσασθαι, καὶ τὴν περιτομὴν καταδέξασθαι. Μαθὼν τοίνυν ὁ θεῖος Ἀπόστολος, τήνδε γέγραφε τὴν Ἐπιστολήν· τῶν δὲ κατ' αὐτοῦ γεγενημένων διαβολῶν διελέγχων τὸ ψεῦδος, καὶ τὴν κατὰ νόμον πολιτείαν μετὰ τὴν χάριν περιττὴν ἀποφαίνων. Πρῶτον δὲ τὰ καθ' ἑαυτὸν ἐξηγήσατο, διδάσκων ὡς καὶ αὐτὸς τῆς ἄνωθεν τετύχηκε κλήσεως, οὐκ ἀνθρώπων διδασκαλίᾳ πεισθεὶς, ἀλλ' ὑπὸ τῆς Δεσποτικῆς φωνῆς. Ταῦτα δὲ λέγει, οὐ τὰ τῶν ἀποστόλων σμικρύνων, ἀλλὰ τὴν ἐπισκήψασαν νόσον προσφόροις θεραπεύων φαρμάκοις. Ὅτι γὰρ ἔκτρωμα καλεῖ ἑαυτὸν, καὶ τῶν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
