# Interpretatio in xiv epistulas sancti Pauli 82.465

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.465

νείᾳ τοῦτο ποιεῖν, ἐπὶ δὲ τὸ μεῖζον ἐχώρησε, πάντα συμπεριλαμβάνων διὰ τοῦ μείζονος, καὶ πρὸ τῶν ἄλλων ἑαυτὸν ὑπέβαλε τῇ ἀρᾷ. Ἀγγέλων δὲ ἐμνημόνευσεν, οὐ τοῦτο ὑφορώμενος, μή τις τῶν ἁγίων ἀγγέλων ἐναντία διδάξῃ τῷ θείῳ κηρύγματι· ᾔδει γὰρ ὡς ἀδύνατον τοῦτο· ἀλλὰ διὰ τούτου πᾶσαν ἀνθρώπων καινοτομίαν ἐκβαλών. θʹ. «Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγομεν, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω.» Μὴ γὰρ δή τις ἡμᾶς νομιζέτω θυμῷ εἰρηκέναι τὰ πρότερα· τούτου γὰρ δὴ χάριν καὶ δεύτερον τὰ αὐτὰ εἰρήκαμεν. Ἐνταῦθα μέντοι τοὺς ἀγγέλους καταλιπὼν ἀορίστως εἶπεν· Εἴ τις ὑμᾶς εὐαγγελίζεται. Καὶ διδάσκων ὡς τὴν τοῦ Θεοῦ θεραπείαν πάντων ὁμοῦ προαιρούμενος ταῦτα εἰπεῖν ἠναγκάσθη, ἐπήγαγεν· ιʹ. «Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» Εἰ θεραπεύειν ἀνθρώπους ἐβουλόμην, οὐ τοῖς διωκομένοις συνηριθμούμην, ἀλλὰ τοῖς τῇ ἀληθείᾳ πολεμοῦσι συνεταττόμην. Μηδείς με τοίνυν ἡγείσθω τὴν παρ' ἀνθρώπων δόξαν θηρᾶσθαι, καὶ τούτου χάριν τούσδε τοὺς λόγους ὑφαίνειν. Ἐντεῦθεν λοιπὸν διηγεῖται ὅπως μὲν ὑπὸ τῆς θείας ἐκλήθη χάριτος, ὅπως δὲ πρὸς τοὺς κορυφαίους τῶν ἀποστόλων τὰς περὶ τοῦ κηρύγματος ἐποιήσατο συνθήκας. ιαʹ. «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον.» Οὐχ ὑπὸ ἀνθρωπίνων, φησὶ, σύγκειται λογισμῶν· πόθεν τοῦτο; ιβʹ. «Οὐδὲ γὰρ ἐγὼ παρ' ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην.» Ἀλλὰ τίνα ἔσχες διδάσκαλον; «Ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» Ἄγαν σοφῶς τὸ δι' ἀποκαλύψεως τέθεικεν. Ἀναληφθεὶς γὰρ ἦν ὁ Δεσπότης Χριστὸς, καὶ οὐκέτι ὁμοίως ἅπασιν ἑωρᾶτο· αὐτῷ δὲ κατὰ τὴν ὁδὸν ἀπεκαλύφθη, καὶ τῆς τοῦ κηρύγματος διακονίας ἠξίωσε. Ταῦτα δὲ πάλιν πρὸς τὰς ἐκείνων τέθεικε διαβολὰς, διδάσκων ὡς οὐδὲ κατὰ τοῦτο τῶν ἀποστόλων ἀποδεῖ τῶν ἄλλων. Ὥσπερ γὰρ ἐκεῖνοι παρ' αὐτοῦ τὴν διδασκαλίαν παρέλαβον, οὕτω καὶ αὐτὸς αὐτὸν ἔσχε διδάσκαλον. ιγʹ, ιδʹ. «Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.» Οὐδὲν ὑμᾶς λέληθε τῶν κατ' ἐμέ. Εἰ γὰρ πολλοῖς σταθμοῖς ἀφεστήκατε τοῖς Ἰουδαίοις, ἀλλ' οὖν ἡ φήμη διέδραμε πάντοσε, καὶ δῆλα τὰ κατ' ἐμὲ πεποίηκεν ἅπασιν· ὅτι πάλαι δυσμενὴς τῆς Ἐκκλησίας, καὶ προφανὴς ἤμην πολέμιος, σκοπὸν ἔχων ἐκ βάθρων

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
