# Interpretatio in xiv epistulas sancti Pauli 82.472

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.472

στόλων οἱ πρῶτοι τὸν νόμον φυλάττουσιν· ᾔδει δὲ ὁ θεῖος Ἀπόστολος, ὡς τοῖς ἐξ Ἰουδαίων πεπιστευκόσιν, ἀσθενῶς ἔτι διακειμένοις, συγκαταβαίνοντες τοῦτο ποιεῖν ἠναγκάζοντο· μέσος ἀποληφθεὶς, καὶ κατηγορῆσαι μὲν αὐτῶν ἀτοπώτατον νομίσας, γυμνῶσαι δὲ τὸν σκοπὸν οὐκ ἐθελήσας, ἵνα μὴ τῇ οἰκονομίᾳ λυμήνηται, μέσην τινὰ διατέμνει ὁδόν· καὶ σχηματίζεται μὲν ὡς δυσχεραίνων δῆθεν τὰ γινόμενα, εἰπεῖν δέ τι περὶ αὐτῶν βαρυνόμενος, τῇ τοῦ Θεοῦ ψήφῳ τὸ πᾶν ἀνατίθησιν. ϛʹ. «Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον Θεὸς ἀνθρώπου οὐ λαμβάνει.» Deest interpretatio mediae partis capituli. —De insigni hac lacuna, aliisque non integris Theodoreti locis diximus in dissertatione praefationi nostrae subjecta. Caeterum, ne tamen nihil de ipso Pauli textu afferamus, quo hic usus videtur Theodoretus, e caeteris ejus libris, quantum reperire licet, eum hic constituemus: θʹ—ιδʹ. «Καὶ γνόντες τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν μοι Ἰάκωβος, καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν, ἡμεῖς δὲ εἰς τὰ ἔθνη· μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι .... Ἀλλ' ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων· Εἰ σὺ Ἰουδαῖος ὢν ἐθνικῶς ζῇς, καὶ οὐκ Ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;» Περὶ μὲν οὖν τῶν ἄλλων, φησὶ, τῶν κακῶς κεχρημένων τῷ νόμῳ ἐκεῖνα εἶπον, δυσχεραίνων δὲ, ὡς τῶν οἰκείων μαθητῶν βλαπτομένων ἐντεῦθεν· τοῦτο γὰρ δὴ καὶ εἴρηκε, Τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν; Σόν ἐστι δόγμα, μὴ κατὰ νόμον πολιτεύεσθαι τούτους· ἀντιφθέγγεται δὲ τοῖς ἤδη γραφεῖσι τὰ πράγματα. Ὁ δὲ μέγας Πέτρος τῇ σιγῇ κυροῖ τὰ λεγόμενα, μονονουχὶ λέγων πρὸς τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας τοὺς τηνικαῦτα παρόντας, ὅτι Δίκαια ἐπιμέμφεται, καὶ ἀντιλέγειν τοῖς λεγομένοις οὐκ ἔνεστιν. Ὅτι γὰρ ἔστερξε τὰ λεγόμενα, τῆς τῶν ἀκουόντων προμηθούμενος ὠφελείας, παντί που δῆλον· ἐπειδὴ τοίνυν ὁ μὲν ἐπεμέμψατο, ὁ δὲ σιγῇ κατεδέξατο, καὶ τοῖς ἐξ Ἰουδαίων, καὶ τοῖς ἐξ ἐθνῶν, ὀνησιφόρον κατεσκευάσθη φάρμακον. Ταῦτα δὲ Γαλάταις γέγραφεν ὁ θεῖος Ἀπόστολος, διδάσκων ὡς καὶ οἱ μεγάλοι καὶ οἱ πρῶτοι ἀπόστολοι, τῆς Ἰουδαίων ἀσθενείας χάριν, ἔστιν ὅτε τὸν νόμον φυλάττειν ἠνείχοντο, οὐκ ἀεὶ δὲ τοῦτο διετέλουν ποιοῦντες. Λέγει δὲ καὶ τὰ ἄλλα, ὅσα πρὸς τὸν μακάριον ἔφη Πέτρον, τῆς τῶν παρόντων Ἰουδαίων προμηθούμενος ὠφελείας. ιεʹ, ιϛʹ. «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα ἐκ πίστεως Χριστοῦ δικαιωθῶμεν, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
