Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.473
Not analysed yet
οὐκ ἐξ ἔργων νόμου.» Τὸ, φύσει Ἰουδαῖοι, ἀντὶ τοῦ, Ἄνωθεν τοῦτο καὶ ἐκ προγόνων ὄντες, ἐξ Ἀβραὰμ τὸ γένος κατάγοντες, καὶ τοῦτο μέντοι τὸ γένος αὐχοῦντες, ἐπειδὴ ἔγνωμεν ὡς οὐχ οἷόν τε τὴν ἀληθῆ δικαιοσύνην ἐκ τῆς κατὰ νόμον πολιτείας καρπώσασθαι, τῷ Δεσπότῃ Χριστῷ πεπιστεύκαμεν, τὴν ἐκ τῆς πίστεως δικαιοσύνην δρεπόμενοι, καὶ τὰ ἐπηγγελμένα προσμένοντες ἀγαθά. «Διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.» Τὰ ἀναγκαῖα τοῦ νόμου καὶ ἡ φύσις ἐδίδασκε· τουτέστι τό· Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ὅσα τοιαῦτα. Τὰ δέ γε περὶ Σαββάτου, καὶ περιτομῆς, καὶ λεπροῦ, καὶ γονοῤῥυοῦς, καὶ θυσιῶν, καὶ περιῤῥαντηρίων, ἴδια ἦν τοῦ νόμου· οὐδὲν γὰρ περὶ τούτων ἡ φύσις ἐπαίδευσε. Ταῦτα τοίνυν ἔργα λέγει τοῦ νόμου. Τούτων δὲ ἡ μὲν παράβασις ἁμαρτία, ἡ δὲ φυλακὴ οὐ δικαιοσύνης τελείας κατόρθωσις. Ταῦτα γὰρ ἑτέρων αἰνίγματα· Ἰουδαίοις δὲ ὅμως κατ' ἐκεῖνον ἥρμοττε τὸν καιρόν. Περὶ τούτων εἶπεν ὁ θεῖος Ἀπόστολος, Διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. Εἶτα συλλογίζεται τὰ εἰρημένα. ιζʹ. «Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοὶ, ἄρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο.» Εἰ δὲ ὅτι τὸν νόμον καταλιπόντες τῷ Χριστῷ προσεληλύθαμεν, διὰ τῆς ἐπ' αὐτὸν πίστεως τῆς δικαιοσύνης ἀπολαύσασθαι προσδοκήσαντες, παράβασις τοῦτο νενόμισται, εἰς αὐτὸν ἡ αἰτία χωρήσει τὸν Δεσπότην Χριστόν· αὐτὸς γὰρ ἡμῖν τὴν Καινὴν ὑπέδειξε Διαθήκην· ἀλλὰ μὴ γένοιτο ταύτην ἡμᾶς τολμῆσαι τὴν βλασφημίαν. ιηʹ. «Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι.» Ταῦτα οὐ περὶ ἑαυτοῦ μόνον ἔφη, ἀλλὰ καὶ περὶ τῶν ἀποστόλων· καὶ γὰρ καὶ ἐκείνοις συνέδοξε, τοὺς ἐξ ἐθνῶν μὴ φυλάττειν τὸν νόμον. Παραβαίνομεν δὲ, φησὶ, προφανῶς τὰ συγκείμενα, ἅπερ ᾠκοδομήσαμεν καταλύοντες· ᾠκοδομήσαμεν δὲ τὰ ἔθνη, οὐκ ἐπὶ τὸν τοῦ νόμου, ἀλλ' ἐπὶ τὸν τοῦ Χριστοῦ θεμέλιον. Ἄγαν δὲ σοφῶς τὴν κατηγορίαν ἀντέστρεψεν. Ἐκείνων γὰρ παράβασιν καλούντων τὸ μὴ φυλάττειν τὸν νόμον, αὐτὸς παράβασιν κέκληκε τοῦ νόμου τὴν φυλακήν. Εἶτα τοῦτο σαφέστερον δείκνυσιν. ιθʹ. «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω.» Ἐγὼ, φησὶν, αὐτῷ τῷ νόμῳ πεισθεὶς νεκρὸν ἐμαυτὸν τῷ νόμῳ κατέστησα. Ὁ νόμος γάρ μοι τὸν Χριστὸν προεμήνυσεν· ἐκείνῳ πεισθεὶς προσελήλυθα τούτῳ. Καὶ ἐκείνῳ μέν εἰμι νεκρὸς, οὐκέτι γὰρ πολιτεύομαι κατ' ἐκεῖνον, τοῖς δὲ τούτου δόγμασιν ἕπομαι. «Χριστῷ συνεσταύρωμαι.» Συνετάφην γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος.