# Interpretatio in xiv epistulas sancti Pauli 82.476

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.476

κʹ. «Ζῶ δὲ, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Τὴν προτέραν ἀπεθέμην ζωὴν, εἰς ἑτέραν ζωὴν μεταβέβηκα, τούτῳ πολιτεύομαι, οὗ περίκειμαι τὴν ζωήν. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.» Καὶ ἐν τῇ θνητῇ δὲ ταύτῃ ζωῇ τὴν ἀθάνατον προδιαγράφω ζωὴν, καὶ διὰ τῆς πίστεως ἐκείνην ὁρῶ. Τούτου χάριν τὸν ὑπὲρ ἐμοῦ θάνατον ὁ Δεσπότης Χριστὸς κατεδέξατο, ἵνα μοι τὴν ἀθάνατον ζωὴν πραγματεύσηται. καʹ. «Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ.» Ὁ γὰρ κατὰ νόμον πολιτευόμενος ἀτιμάζει τὴν χάριν, ὡς οὐκ ἀρκοῦσαν εἰς σωτηρίαν. «Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε.» Περιττὸς γὰρ ὁ τοῦ Δεσπότου θάνατος, εἴπερ ἄρα ὁ νόμος εἰς κτῆσιν δικαιοσύνης ἀρκεῖ. Οὕτω ταῦτα διεξελθὼν ἐκ τῆς πρὸς τὸν τρισμακάριον Πέτρον διαλέξεως, πρὸς αὐτοὺς λοιπὸν ἀποτείνεται, καὶ βαρυθυμῶν ἀποτείνεται. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ. «Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι;» Μετ' εὐφημίας ἡ παροινία. Βασκαίνει γάρ τις εὐπόρῳ, οὐ πένητι· εὐημεροῦσιν, οὐ δυσπραγοῦσι. Δηλοῖ τοίνυν ὁ λόγος τὴν προτέραν αὐτῶν περὶ τὴν εὐσέβειαν προθυμίαν· ἐκφαίνει δὲ καὶ τὴν πατρικὴν τοῦ Ἀποστόλου φιλοστοργίαν. Ὀλοφύρεται γὰρ αὐτοὺς, ὡς τὸν συνειλεγμένον ἀπολέσαντας πλοῦτον. Ποῖος, φησὶ, δαίμων φθονερός τε καὶ βάσκανος τὸν ἀξιάγαστον ὑμῶν ἐσύλησε πλοῦτον; «Οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος.» Οὕτω γὰρ ἐπιστεύσατε, ὡς αὐτὸν τοῦ Χριστοῦ τὸν σταυρὸν θεασάμενοι. Εἶτα τὸν νόμον καὶ τὴν χάριν παράλληλα τίθησι, καὶ τὰς ἀποδείξεις ἀναντιῤῥήτους παράγει. βʹ. «Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν· ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;» Κατ' ἐκεῖνον τὸν καιρὸν οἱ τῆς πνευματικῆς χάριτος ἀξιούμενοι, καὶ γλώτταις διαφόροις ἐλάλουν, καὶ προεφήτευον, καὶ ἐθαυματούργουν, ἀπὸ τῶν θαυμάτων λαμβάνοντες τοῦ κηρύγματος τὴν βεβαίωσιν. Τοῦτο τοίνυν ἐνταῦθα ἔφη· Ὁ νόμος ὑμῖν ἔδωκεν τοῦ θείου Πνεύματος τὴν ἐνέργειαν, ἢ μόνη ἡ ἐπὶ τὸν Κύριον πίστις; γʹ. «Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;» Πνεῦμα τὴν χάριν ἐκάλεσε· σάρκα δὲ τὴν κατὰ νόμον πολιτείαν, ἐπειδὴ σωματικὰ ἦν τοῦ νόμου τὰ περιττά. Περὶ σῶμα γὰρ ἡ περιτομὴ, καὶ τοῦ Σαββάτου ἡ φυλακὴ, καὶ ἡ λέπρα, καὶ τὰ περιῤῥαντήρια, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα. Εἶτα ἀπὸ τῶν παθημάτων τὴν κατηγορίαν ὑφαίνει. δʹ. «Τοσαῦτα ἐπάθετε εἰκῆ;» Οὐ γὰρ ὑπὲρ τοῦ νόμου, ἀλλ' ὑπὲρ τοῦ Χριστοῦ τὰ παθήματα. Τὸν δὲ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
