Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.477
Not analysed yet
Χριστὸν καταλελοιπότες, καὶ τὴν κατὰ νόμον ἀσπασάμενοι πολιτείαν, οὐδὲν λοιπὸν ἀπὸ τῶν παθημάτων ἔχετε κέρδος. Ἀλλ' ἐλπίδα αὐτοῖς ὑποφαίνων χρηστὴν, ἐπήγαγεν· «Εἴ γε καὶ εἰκῆ.» Ἐὰν γὰρ θελήσητε προσμεῖναι τῇ χάριτι, ἀπολήψεσθε τὸν ὑπὲρ τῶν παθημάτων μισθόν. Εἶτα σαφέστερον περὶ τῶν χαρισμάτων διέξεισιν. εʹ. «Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως;» Οὕτω δείξας τῆς πίστεως τὸν καρπὸν, ἀπὸ τῶν πάλαι γεγενημένων πάλιν αὐτοὺς ταινιοῖ. ϛʹ. «Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Ταῦτα ἐν τῇ πρὸς Ῥωμαίους πλατύτερον γέγραφε. Καὶ ἐνταῦθα δὲ ἐν κεφαλαίῳ διδάσκει τὸν Ἀβραὰμ ἐκ πίστεως δικαιωθέντα, καὶ τοὺς τροφίμους τῆς πίστεως υἱοὺς τοῦ Ἀβραὰμ χρηματίζοντας. Τοῦτο γὰρ ἐπήγαγε· ζʹ. «Γινώσκετε ἄρα, ὅτι οἱ ἐκ πίστεως οὗτοι υἱοί εἰσιν Ἀβραάμ.» Λέγει δὲ καὶ τὸν τρόπον. ηʹ, θʹ. «Προϊδοῦσα δὲ ἡ Γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.» Ἄνωθεν ταῦτα καὶ ὥρισε καὶ προηγόρευσεν ὁ Θεός. Τῷ γὰρ Ἀβραὰμ ἐπηγγείλατο τὴν τῶν ἐθνῶν εὐλογίαν. Εἴ τις τοίνυν τῆς ἐκείνου συγγενείας ἀξιωθῆναι ποθεῖ, τὴν ἐκείνου πίστιν ζηλούτω. Οὕτω τὴν πίστιν ἐγκωμιάσας, καὶ δείξας αὐτῆς τοὺς καρποὺς ἀπὸ τῶν τοῦ Πνεύματος χαρισμάτων, δείξας δὲ αὐτὴν καὶ τοῦ νόμου πρεσβυτέραν ἐξ αὐτῆς τοῦ νόμου τῆς μαρτυρίας (ἡ γὰρ Παλαιὰ Διαθήκη τὰ κατὰ τὸν Ἀβραὰμ διηγεῖται), παρατίθησι λοιπὸν τὸν νόμον ἐκ παραλλήλου, δεικνὺς τὸ διάφορον. ιʹ. «Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσί.» Πόθεν τοῦτο δῆλον; «Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.» Ὁ νόμος κελεύει πάντα πληροῦσθαι τὰ ἐν αὐτῷ διηγορευμένα, τοὺς δὲ τὸ τυχὸν παραβαίνοντας, ἀραῖς ὑποβάλλει. ιαʹ. «Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον.» Πόθεν δῆλον; «Ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται.» Τῇ προφητικῇ μαρτυρίᾳ τὸν οἰκεῖον ἐβεβαίωσε λόγον. ιβʹ. «Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως· ἀλλ' ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.» Ὁ νόμος οὐ πίστιν ζητεῖ, ἀλλὰ πρᾶξιν ἀπαιτεῖ, καὶ τοῖς φυλάττουσι τὴν ζωὴν ἐπαγγέλλεται. ιγʹ. «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Ἔδειξε