# Interpretatio in xiv epistulas sancti Pauli 82.48

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.48

ἐθνῶν πεπιστευκόσι παραινεῖ μὴ κατεπαίρεσθαι τούτων· προτρέπων ἐκείνους προελθεῖν τῷ κηρύγματι. Καὶ τῆς πρακτικῆς δὲ ἀρετῆς τὴν διδασκαλίαν τοῖς δογματικοῖς ἀνέμιξε λόγοις, ὁμοῦ καὶ τὴν ἀλήθειαν ἐκπαιδεύων, καὶ τὸ ἦθος ῥυθμίζων. Ἡ μὲν οὖν ὑπόθεσις τῆς Ἐπιστολῆς ἐστιν αὕτη· ἀκριβέστερον δὲ πάντα ἡμᾶς ἡ κατὰ μέρος ἑρμηνεία διδάξει. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος. Ὕπαρχοι μὲν καὶ στρατηγοὶ τὰ τῶν ἀξιωμάτων ὀνόματα τῶν οἰκείων γραμμάτων προτάττουσι, τὴν ὀφρὺν αἴροντες, καὶ τῷ ἀξιώματι τὸ φρόνημα συνεπαίροντες. Ὁ δὲ θεῖος Ἀπόστολος ἔκτρωμα μὲν ἑαυτὸν ὀνομάζει, καὶ τῶν ἁμαρτωλῶν πρῶτον ἀποκαλεῖ, καὶ τῆς ἀποστολῆς ἀνάξιον εἶναί φησι. Προτίθησι δ' ὅμως ἐπιστέλλων τὰς ὑπὸ τῆς χάριτος ἐπιτεθείσας προσηγορίας, εἰς ὠφέλειαν τῶν δεχομένων τὰ γράμματα. Μανθάνοντες γὰρ τίνων ὁ γράφων ἀξιωμάτων μετέχει, μετὰ πλείονος αὐτὰ σπουδῆς τε καὶ προθυμίας ἐδέχοντο. Καὶ πρῶτον μὲν ἑαυτὸν Παῦλον καλεῖ, οὐ ταύτην ἄνωθεν παρὰ τῶν πατέρων τὴν προσηγορίαν δεξάμενος, ἀλλὰ μετὰ τὴν κλῆσιν ταύτης ἀξιωθεὶς, ὡς Σίμων Πέτρος, καὶ υἱοὶ βροντῆς οἱ Ζεβεδαίου υἱοὶ, καὶ ὁ Ἰακὼβ Ἰσραὴλ, καὶ Ἀβραὰμ ὁ Ἄβραμ. Εἶτα δοῦλον Ἰησοῦ Χριστοῦ, ὃν νεκρὸν ἐκάλουν ἅπαντες οἱ ἀπιστοῦντες, καὶ ἐσταυρωμένον, καὶ τοῦ τέκτονος υἱόν. Ἀλλ' ὅμως τὴν τούτου δουλείαν ὑπὲρ πᾶσαν βασιλείαν ἠσπάζετο. Ἔπειτα κλητὸν ἑαυτὸν ὀνομάζει, τὴν ἄνωθεν αἰνιττόμενος κλῆσιν. Καὶ τὸ τοῦ ἀποστόλου δὲ προστίθησιν ὄνομα, διδάσκων ὡς καὶ τούτου τετύχηκεν. Ἐπειδὴ γὰρ τοῖς δώδεκα ταύτην ὁ Κύριος τὴν προσηγορίαν ἐπέθηκε, τίθησι καὶ ταύτην ὁ θεῖος Ἀπόστολος· οὐχ ἁρπάσας αὐτὴν, ἀλλὰ παρ' αὐτοῦ τοῦ Δεσπότου δεξάμενος. «Πορεύου γὰρ, ἔφη πρὸς αὐτὸν, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.» Καὶ τοῦτο δηλοῖ διὰ τῶν ἑξῆς· Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Οὐκ αὐτοχειροτόνητός εἰμι, φησίν· ἀλλὰ παρ' αὐτοῦ τοῦ Θεοῦ τὴν τοῦ κηρύγματος ἐδεξάμην διακονίαν. Ἀφώρισε δὲ αὐτὸν καὶ ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ ὅτι μὲν αὐτὸν ὁ Πατὴρ ἀφώρισεν, αὐτὸς ἐν τῇ πρὸς Γαλάτας διδάσκει· «Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὑτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν.» Ὅτι δὲ καὶ ὁ μονογενὴς Υἱὸς ταυτὸ τοῦτο πεποίηκε, πάλιν ὁ Ἀπόστολος ἐν ταῖς Πράξεσι λέγει, ὡς ὤφθη μὲν αὐτῷ ἐν τῷ ἱερῷ ὁ Κύριος, παρεκελεύσατο δὲ σπεῦσαι, καὶ ἐξελθεῖν, ὡς Ἰουδαίων μὴ δεχομένων τὸ κήρυγμα, καὶ προστέθηκε· «Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.» Ταυτὸ δὲ τοῦτο καὶ πρὸς τὸν Ἀνανίαν ἔφη ἀναδυόμενον· «Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοι ἐστὶν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν, καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ.» Ὁ δέ γε μακάριος Λουκᾶς διδάσκει ἡμᾶς, ὡς τῶν ἐν Ἀντιο-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
