# Interpretatio in xiv epistulas sancti Pauli 82.480

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.480

τὸν νόμον ἀρώμενον πᾶσι τοῖς μὴ πάντα τὰ ἐν αὐτῷ διηγορευμένα φυλάττουσιν· ἔδειξε δὲ πάλιν οὐδένα κατὰ νόμον δικαιωθῆναι δυνάμενον. Πάντων τοίνυν ὑπὸ τὴν ἀρὰν τοῦ νόμου γεγενημένων, δείκνυσι τὸν Χριστὸν ταύτης ἡμᾶς ἐλευθερώσαντα τῆς ἀρᾶς. Λέγει δὲ καὶ τὸν τρόπον. «Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Ταῖς ἀραῖς γὰρ τοῦ νόμου πάντων ὑποκειμένων, τὸν κατὰ τὸν νόμον ἐπάρατον αὐτὸς κατεδέξατο θάνατον, ἵνα τῆς ἀρᾶς πάντας ἀνθρώπους ἐλευθερώσῃ, καὶ τὴν ἐπηγγελμένην πᾶσιν εὐλογίαν δωρήσηται. Τοῦτο γὰρ ἐπάγει· ιδʹ. «Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.» Τὴν γὰρ ἐπηγγελμένην τοῖς ἔθνεσι διὰ τοῦ Ἀβραὰμ εὐλογίαν δωρεῖται τοῖς πιστεύουσιν ἡ χάρις τοῦ Πνεύματος. Οὕτω δείξας τὴν πίστιν πρεσβυτέραν τοῦ νόμου, διδάσκει πάλιν ὡς ὁ νόμος ἐμποδὼν οὐ δύναται γενέσθαι ταῖς θείαις ἐπαγγελίαις. ιεʹ. «Ἀδελφοὶ, κατ' ἄνθρωπον λέγω.» Ἀντὶ τοῦ, Ἀνθρωπίνοις πράγμασι κέχρημαι. «Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται.» Τὴν εὖ καὶ καλῶς καὶ λίαν ἀκολούθως ὑπό τινος γεγενημένην διαθήκην ἀνατρέψαι οὐχ οἷόν τε, οὔτε μὴν προσθεῖναί τι αὐτῇ δυνατόν. Εἶτα ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ προκείμενον μεταβαίνει. ιϛʹ, ιζʹ. «Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.» Καὶ ἡ πάλαι Γραφὴ διαθήκην τοῦ Θεοῦ καλεῖ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην ἐπαγγελίαν. Οὐχ οἷόν τε τοίνυν, ἢ προσθήκην τινὰ, ἢ ἀφαίρεσιν, ἢ λύσιν ἐκείνην λαβεῖν διὰ τῆς τοῦ νόμου θέσεως, ὃς μετὰ πλεῖστον γεγένηται χρόνον. Ἐπηγγείλατο δὲ διὰ τοῦ σπέρματος τοῦ Ἀβραὰμ εὐλογεῖν τὰ ἔθνη ὁ τῶν ὅλων Θεός. Τοῦτο δὲ τὸ σπέρμα αὐτός ἐστιν ὁ Δεσπότης Χριστός· δι' αὐτοῦ γὰρ πέρας ἡ ὑπόσχεσις ἔλαβε, καὶ τὰ ἔθνη τῆς εὐλογίας τετύχηκεν. Οἱ δὲ ἄλλοι πάντες, καίτοι τῆς ἄκρας ἀρετῆς ἐπειλημμένοι, εἴτε Μωϋσῆς, εἴτε Σαμουὴλ, εἴτε Ἠλίας, καὶ ἁπαξαπλῶς ἅπαντες οἱ ἐξ Ἰσραὴλ τὸ γένος κατάγοντες, σπέρμα μὲν αὐτοῦ κατὰ φύσιν καλοῦνται, οὐ μὴν ἐκεῖνό εἰσι τὸ τὴν πηγὴν τῆς εὐλογίας κομίσαν τοῖς ἔθνεσιν. Τοῦτο γὰρ λέγει ὁ θεῖος Ἀπόστολος· Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Οὐκ ἐπειδὴ οὖν ἐξ Ἀβραὰμ τὸ γένος κατάγουσι κἀκεῖνοι, σπέρμα τοῦ Ἀβραὰμ ὀνομάζονται, ἀλλ' ὅτι οὗτος κυρίως ταύτην ἔχει τὴν κλῆσιν, ἅτε δὴ μόνος κατὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
