# Interpretatio in xiv epistulas sancti Pauli 82.485

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.485

Εἶπε τοὺς πιστοὺς υἱοὺς τοῦ Θεοῦ· ἔπειτα ἔδειξε καὶ τῆς υἱοθεσίας τὸν τρόπον. Τὸν γὰρ Χριστὸν ἐνδυσάμενοι, ὃς ἀληθῶς ἐστιν Υἱὸς τοῦ Θεοῦ, εἰκότως, φησὶ, καλεῖσθε υἱοὶ τοῦ Θεοῦ. Οὕτω πάλιν ἡμᾶς συνάπτει τῷ Ἀβραάμ. Εἰ γὰρ ἡμεῖς σῶμα Χριστοῦ, αὐτὸς δὲ ἡμῶν κεφαλὴ, σπέρμα δὲ χρηματίζει τοῦ Ἀβραὰμ, δι' αὐτοῦ ἄρα καὶ τῷ Ἀβραὰμ κατὰ πίστιν συνήφθημεν, καὶ τὴν τῆς ἐπαγγελίας ἐτρυγήσαμεν εὐλογίαν. Οὐχ οἷόν τε τὴν μὲν κεφαλὴν ἐκείνου νομίζεσθαι, τὸ δὲ σῶμα ἄλλου τινός. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ—γʹ. «Λέγω δὲ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὢν, ἀλλ' ὑπὸ ἐπιτρόπους ἐστὶ, καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.» Τὰ κομιδῇ νέα παιδία τελευτῶντες οἱ πατέρες ἐπιτρόποις τισὶν ἐγχειρίζουσιν, ἐκείνους αὐτῶν ἐπιμελεῖσθαι κελεύοντες, ἕως ἂν εἰς ἄνδρα τελέσωσι. Τοῦτο γὰρ λέγει, ἄχρι τῆς προθεσμίας τοῦ πατρός· αὕτη δέ ἐστιν ἡ τελεία ἡλικία. Κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς, φησὶν, ἡνίκα μὲν νήπιοί τε καὶ ἀτελεῖς, οἷόν τινα ἐπίτροπον εἴχομεν καὶ οἰκονόμον τὸν νόμον. Στοιχεῖα γὰρ τοῦ κόσμου τὰς νομικὰς παρατηρήσεις ἐκάλεσεν, ἐπειδήπερ ἀπὸ ἡλίου καὶ σελήνης νύξ τε καὶ ἡμέρα τελεῖται, ἀπὸ δὲ ἡμερῶν ἑβδομάδες, καὶ μῆνες, καὶ ἐνιαυτοὶ συνίστανται. Ὁ δὲ νόμος καὶ Σάββατα, καὶ Νουμηνίας, καὶ ἐνιαυσιαίους ἑορτὰς, καὶ ἐνιαυτῶν ἑβδομάδας φυλάττειν ἐκέλευσε. Τούτου χάριν εἶπεν· Ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι, ἐπειδὴ διὰ τούτων ὁ χρόνος συνίσταται. δʹ, εʹ. «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γεννώμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» Κατὰ δὲ τὸν προσήκοντα καιρὸν, ὃν ὥρισεν ὁ Θεὸς, τὸν Υἱὸν αὐτοῦ πέπομφεν, ὥστε τὸ τῆς ἐνανθρωπήσεως πληρῶσαι μυστήριον· ὃς τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, ἐκ Παρθένου τε γεννηθεὶς, καὶ κατὰ νόμον πολιτευόμενος, τοὺς ὑποκειμένους ταῖς τοῦ νόμου τιμωρίαις ἐλευθέρους ἀπέφηνε, καὶ τὴν ἐπηγγελμένην ἡμῖν υἱοθεσίαν ἐδωρήσατο. Ἐπισημήνασθαι μέντοι προσήκει, ὅτι τὸ, ἐξαπέστειλε, τῇ ἐνανθρωπήσει προσήρμοσεν. Οὐ γὰρ εἶπεν, Ἀπέστειλεν αὐτὸν γενέσθαι ἐκ γυναικὸς, ἵνα τῆς θεότητος τὴν ἀποστολὴν ὑπολάβωμεν, ἀλλὰ, γεννώμενον ἐκ γυναικός· τοῦτο δὲ τῆς οἰκονομίας ἴδιον ϛʹ. «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
