# Interpretatio in xiv epistulas sancti Pauli 82.488

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.488

Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Οὐ γὰρ ἂν ἐτολμήσαμεν Πατέρα προσαγορεῦσαι τὸν Θεὸν προσευχόμενοι, μὴ τοῦ τῆς υἱοθεσίας ἀξιωθέντες χαρίσματος. Ἀναντίῤῥητος δὲ ἡ ἀπόδειξις. Ἑώρων γὰρ τὰ διὰ τοῦ θείου Πνεύματος ἐνεργούμενα θαύματα. ζʹ. «Ὥστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.» Οὐ γὰρ πᾶς υἱὸς καὶ κληρονόμος. Σὺ δὲ καὶ υἱὸς καὶ κληρονόμος· ἔτυχες δὲ τούτων διὰ τοῦ Χριστοῦ, οὐ διὰ τοῦ νόμου. ηʹ, θʹ. «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς. Νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε;» Καὶ τίς τῆς δουλείας ταύτης ὁ τρόπος; ιʹ. «Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς.» Εἰδωλολατρείαν πειρᾶται δεῖξαι τὴν κατὰ νόμον τῶν ἡμερῶν παρατήρησιν. Πρὶν γὰρ, φησὶν, ἀξιωθῆναι τῆς κλήσεως, ἐλατρεύετε τοῖς μὴ φύσει οὖσι θεοῖς, τὰ στοιχεῖα θεοποιοῦντες· ἀλλὰ ταύτης ὑμᾶς τῆς πλάνης ἠλευθέρωσεν ὁ Δεσπότης Χριστός· νῦν δὲ οὐκ οἶδα πῶς εἰς τὴν αὐτὴν ἐπανέρχεσθε πλάνην. Σάββατα γὰρ, καὶ Νουμηνίας, καὶ τὰς ἄλλας τηροῦντες ἡμέρας, καὶ τὴν τούτων παράβασιν δεδιότες, τοῖς τὰ στοιχεῖα θεοποιοῦσιν ἐοίκατε. ιαʹ. «Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.» Πατρικὴ καὶ αὕτη ἡ φωνὴ, μεμνημένου μὲν τῶν πόνων, τὸν δὲ καρπὸν οὐχ ὁρῶντος. ιβʹ. «Γίνεσθε ὡς ἐγὼ, ὅτι καὶ ἐγὼ ὡς ὑμεῖς.» Τοῦτον εἶχον πάλαι τὸν ζῆλον· σφόδρα τὸν νόμον ἐπόθουν· ἀλλὰ ὁρᾶτε πῶς μεταβέβλημαι. Ταύτην τοίνυν καὶ ὑμεῖς ζηλώσατε τὴν μεταβολήν. «Ἀδελφοὶ, δέομαι ὑμῶν· οὐδέν με ἠδικήσατε.» Τῆς ὀδύνης τὸ πάθος συνεχῶς αὐτὸν μεταβάλλειν ἀναγκάζει τοῦ λόγου τὸ εἶδος, καὶ νῦν μὲν ἐπιτιμᾷν, νῦν δὲ παρακαλεῖν, καὶ ποτὲ μὲν κατηγορεῖν, ποτὲ δὲ θρηνεῖν· ἐνταῦθα τοίνυν διδάσκει ὅσαπερ γράφει. Οὐδὲν γὰρ, φησὶ, παρ' ὑμῶν ἠδίκημαι, ἀλλὰ καὶ θεραπείας ὅτι μάλιστα πλείστης ἠξίωμαι. ιγʹ, ιδʹ. «Οἴδατε δὲ ὅτι δι' ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, καὶ τὸν πειρασμόν μου, τὸν ἐν τῇ σαρκί μου, οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε, ἀλλ' ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με.» Οὐκ ἐπιλέλησμαι τῆς παρ' ὑμῶν μοι προσενεχθείσης τιμῆς. Καίτοι πολλὴν ἔφερον ἐπὶ τοῦ σώματος ἀτιμίαν αἰκιζόμενος, καὶ στρεβλούμενος, καὶ μυρία ὑπομένων δεινά· ἀλλ' ὅμως ὑμεῖς οὐ τὴν ἀτιμίαν ἑωρᾶτε, ἀλλ' ὡς Θεοῦ ἄγγελον ἐτιμᾶτε. Καὶ τί λέγω ὡς ἄγγελον; «Ὡς Χριστὸν Ἰησοῦν.» Αὐτὸν γὰρ ὑπελάβετε δι' ἐμοῦ τὸν Χριστὸν θεραπεύεσθαι.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
