Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.489
Not analysed yet
ιεʹ. «Τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν;» Ποῦ τὰ ζηλωτὰ τῆς πίστεως κατορθώματα; Τὸ γὰρ, τίς, ἀντὶ τοῦ, ποῦ, τέθεικε. «Μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι.» Οὐ τοίνυν ἰδίαν τινὰ πρὸς ὑμᾶς ἔχω λύπην· τοὐναντίον γὰρ καὶ χάριν ὑμῖν ὁμολογῶ· ὑμῶν δὲ χάριν ἀλγῶ. Τοῦτο γὰρ ἐπάγει· ιϛʹ. «Ὥστε ἐχθρὸς ὑμῶν γέγονα, ἀληθεύων ὑμῖν;» Διὰ τὴν ἀλήθειαν αὐστηροτέροις κέχρημαι λόγοις. ιζʹ. «Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.» Περὶ τῶν πονηρῶν ἐκείνων ταῦτα εἴρηκε διδασκάλων. Ὁρῶντες δὲ, φησὶν, ὑμᾶς τῇ πίστει λάμποντας, ἀνιῶνται, καὶ πάντα πραγματεύονται, ὥστε ὑμᾶς ἐκείνων μὲν στερῆσαι τῶν ἀγαθῶν, ὑπὸ δὲ τὴν αὐτῶν καταστῆσαι ἐξουσίαν. Τοῦτο γὰρ εἶπεν, ἵνα αὐτοὺς ζηλοῦτε. ιηʹ. «Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε.» Ἐγὼ δὲ ὑμᾶς διαλάμπειν ἐν ἅπασι βούλομαι τοῖς καλοῖς, ὥστε τοὺς ἄλλους παρ' ὑμῶν ὠφελεῖσθαι. «Καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.» Ἵνα καὶ παρόντος μου καὶ ἀπόντος ὁμοίως εὐδοκιμῆτε. Οὕτω ταῦτα εἰρηκὼς, πάλιν μητέρα πικρῶς θρηνοῦσαν καὶ ὀλοφυρομένην μιμεῖται, καὶ βοᾷ· ιθʹ. «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ἀνέχομαι καὶ δευτέρων ὠδίνων, ἐπειδὴ τῶν πρώτων διήμαρτον, ἀμβλωθριδίων ὑμῶν γενομένων. Ταῦτα καὶ τῶν τοῦ Νουάτου διελέγχει τὴν ἄνοιαν, οἳ τὴν τῆς μετανοίας ἀποκλείουσι θύραν. κʹ. «Ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.» Πυρπολούμενος ὑπὸ τοῦ πάθους γενέσθαι ὑπόπτερος ἤθελον, καὶ δραμεῖν, καὶ ἰδεῖν τὰ γινόμενα, καὶ τῶν μὲν τὴν ἐκτροπὴν θρηνῆσαι, τῶν δὲ τὸ βέβαιον θαυμάσαι. Νῦν γὰρ, φησὶν, ἀπὼν ἀπορῶ τί εἴπω, τί φθέγξομαι, τί ὀδύρομαι. Ταῦτα πρὸς τούτους διεξελθὼν μεταφέρει τὸν λόγον πρὸς τοὺς κακοὺς συνηγόρους τοῦ νόμου, καί φησι· καʹ—κδʹ. «Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τοῦ νόμου οὐκ ἀκούετε; Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα.» Ἀλληγορούμενα εἶπεν ὁ θεῖος Ἀπόστολος, ἀντὶ τοῦ, Καὶ ἑτέρως νοούμενα. Οὐ γὰρ τὴν ἱστορίαν ἀνεῖλεν, ἀλλὰ τὰ ἐν τῇ ἱστορίᾳ προτυπωθέντα διδάσκει. Ἐπάγει γάρ· «Αὗται γάρ εἰσι δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. (κεʹ, κϛʹ.) Τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλὴμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὑτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα