# Interpretatio in xiv epistulas sancti Pauli 82.492

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.492

ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Τί δήποτε, φησὶ, τῷ νόμῳ δουλεύειν αἱρούμενοι, ταῖς τοῦ νόμου διδασκαλίαις οὐ πείθεσθε; ἐκεῖνος γὰρ ὑμᾶς διδάσκει, ὡς δύο μὲν ἔσχε γυναῖκας Ἀβραὰμ, δύο δὲ παίδων ἀπεφάνθη πατήρ· ἀλλ' ὁ μὲν ἐκ δούλης, ὁ δὲ ἐξ ἐλευθέρας ἐβλάστησε. Συμφωνεῖ ταῦτα τοῖς ἡμετέροις. Καθάπερ γὰρ ἐκεῖ εἷς μὲν πατὴρ, δύο δὲ μητέρες, καὶ δύο παῖδες· οὕτω κἀνταῦθα εἷς μὲν Θεὸς, δύο δὲ διαθῆκαι καὶ δύο λαοί· ἀλλὰ τῆς μὲν πρώτης διαθήκης ἡ Ἄγαρ εἰκὼν, τῆς δὲ δευτέρας ἡ Σάῤῥα. Καὶ γὰρ ἀπὸ τοῦ Σινᾶ ὄρους ὁ παλαιὸς ἐδόθη νόμος· παρὰ δὲ ἐκεῖνο τὸ ὄρος τὸ τῆς Ἄγαρ ἐσκήνωται γένος. Ἐκεῖνο δὲ τὸ ὄρος τῇ ἐπιγείῳ ταύτῃ συμφωνεῖ Ἱερουσαλήμ· ἡ δὲ Σάῤῥα τῆς ἐπουρανίου πόλεως τύπος, ἧς ἡμεῖς ὀνομαζόμεθα παῖδες. Ἐλευθέρα δὲ αὕτη, τουτέστιν, οὐκ ἔχουσα τὸν τοῦ νόμου ζυγόν· ἐκείνη δὲ δούλη· τοιοῦτοι δὲ καὶ οἱ τῷ νόμῳ ὑποκείμενοι. Δείκνυσι δὲ καὶ τὴν προφητείαν συμφωνοῦσαν τῷ τύπῳ. κζʹ. «Γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Καθάπερ γὰρ ἡ Σάῤῥα ἐν γήρᾳ γεγέννηκε παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα· οὕτω τὰ ἔθνη παρ' αὐτὸ τὸ τοῦ βίου τέλος τῆς θεογνωσίας τετύχηκε, καὶ νενίκηκεν ἡ στεῖρα τῷ πλήθει τῶν γεννηθέντων τὴν πάλαι πολύπαιδα. κηʹ. «Ἡμεῖς δὲ, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν.» Οὐ γὰρ κατὰ φύσιν, ἀλλὰ κατὰ χάριν ἐτέχθημεν. Ὥσπερ γὰρ τὸν Ἰσαὰκ οὐχ ὁ τῆς φύσεως νόμος, ἀλλ' ὁ τῆς ἐπαγγελίας διέπλασε λόγος· οὕτω καὶ ἡμᾶς ἡ δοθεῖσα τῷ Ἀβραὰμ ἐπαγγελία γεγέννηκεν. κθʹ. «Ἀλλ' ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν.» Μηδὲ τοῦτο ὑμᾶς ἀνιάτω, τὸ τοὺς πεπιστευκότας ὑπὸ τῶν ἀπίστων ἐλαύνεσθαι. Τοιοῦτο γὰρ καὶ ἐν τῷ τύπῳ εὑρίσκομεν. λʹ. «Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.» Τῆς Σάῤῥας τὰ ῥήματα, τῆς Γραφῆς εἶπε ῥήματα, τὸν σκοπὸν δεικνὺς τῆς Γραφῆς, ὅτι τούτου χάριν ἀνάγραπτα ταῦτα πεποίηκεν, ἵνα καὶ μετὰ τὴν ἀλήθειαν ὁ τύπος δειχθῇ. λαʹ. «Ἄρα οὖν, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.» Τί οὖν κελεύεις; ΚΕΦΑΛΑΙΟΝ Εʹ. αʹ. «Τῇ ἐλευθερίᾳ ᾗ Χριστὸς ἡμᾶς ἐλευθέρωσε στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.»

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
