# Interpretatio in xiv epistulas sancti Pauli 82.493

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.493

Ἐλευθερίαν τὴν ἔξω τοῦ νόμου πολιτείαν καλεῖ· ζυγὸν δὲ δουλείας, τὴν κατὰ νόμον ζωήν. Οὕτω γὰρ καὶ ὁ θεῖος Πέτρος ἐν ταῖς Πράξεσιν ἔφη· «Τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;» βʹ. «Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.» Ἄντικρυς ὑμῖν λέγω καὶ διαῤῥήδην, καὶ τὸ ἐμαυτοῦ προτίθημι ὄνομα, ὅτι οὐδεμίαν ὄνησιν ἐκ τῆς εἰς τὸν Χριστὸν πίστεως δέξησθε, τῆς περιτομῆς ἀνεχόμενοι. γʹ. «Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.» Καὶ μάλα εἰκότως· ἐπαρᾶται γὰρ ὁ νόμος τοῖς μὴ πάντα πληροῦσι τὰ διηγορευμένα· ἄλλως τε ὁ γνώμῃ τὴν ἐλευθερίαν καταλιπὼν, καὶ δουλεύειν ἑλόμενος, πᾶσιν ὑπόκειται τοῖς τοῦ Δεσπότου προστάγμασι. δʹ. «Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ.» Πῶς τοῦτο λέγεις; «Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.» Ὁ τὸν νόμον δεδωκὼς ταύτην ὑπέσχετο δώσειν. Ταύτης τοίνυν δοθείσης, δέδεικται ἀργὸς ἐκεῖνος καὶ περιττός. Κατ' ἐκεῖνον τοίνυν ζῇν προαιρούμενοι, τῶν τῆς χάριτος ἐστερήθησαν δωρεῶν. εʹ. «Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Τὸν γὰρ τοῦ Πνεύματος ἀῤῥαβῶνα δεξάμενοι, καὶ ταῖς ἐπαγγελίαις πιστεύοντες, τὸν προσδοκώμενον βίον προσμένομεν, ὃς ἀθανασίᾳ κοσμούμενος τῆς ἁμαρτίας οὐκ ἔχει τὴν προσβολήν. ϛʹ. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη.» Ἐραστὴς εἶ τοῦ νόμου; φύλαττε τοῦ νόμου τὰ ἀναγκαῖα· κτῆσαι τὴν περὶ τὸν πέλας ἀγάπην, διὰ γὰρ ταύτης ἅπας ὁ νόμος πληροῦται. Περιτομῆς δὲ καὶ ἀκροβυστίας διαφορὰν ἀνεῖλεν ἡ πίστις. Οὐδὲ γὰρ ἐν τοῖς στρατιώταις τὸ λευκὸν, ἢ τὸ μέλαν, ἀλλὰ τὴν πολεμικὴν ἐμπειρίαν ἐπιζητοῦσιν οἱ στρατηγοί. ζʹ. «Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἀνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι;» Ἐπαινεῖ τὸν δρόμον, καὶ θρηνεῖ τοῦ δρόμου τὴν παῦλαν. ηʹ. «Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.» Ἴδιον Θεοῦ τὸ καλεῖν, τὸ δὲ πείθεσθαι τῶν ἀκουόντων. θʹ. «Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.» Ὑμᾶς μὲν θρηνῶ, δέδια δὲ τὴν τῆς νόσου μετάδοσιν. ιʹ. «Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε.» Οὐκ εἶπεν, Οὐ φρονεῖτε, ἀλλὰ, Φρονήσετε. Τοῖς γὰρ ἤδη γεγενημένοις ἐπιμέμφεται· εὔχεται δὲ ἰδεῖν τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν. «Ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
