# Interpretatio in xiv epistulas sancti Pauli 82.504

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.504

ιεʹ. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομὴ ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.» Τοῦτο καὶ Κορινθίοις ἐπιστέλλων ἔφη· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις.» Καινὴν δὲ κτίσιν κυρίως μὲν καλεῖ τὴν ἐσομένην μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τῶν πραγμάτων μεταβολήν. Τότε γὰρ καὶ ἡ κτίσις τῆς ἐπικειμένης ἐλευθεροῦται φθορᾶς, καὶ τῶν ἀνθρώπων ἡ φύσις τὴν ἀθανασίαν ἐνδύεται. Οἷον δέ τινα τῶν μελλόντων εἰκόνα δείκνυσι τὸ σωτήριον βάπτισμα. Ἐν τούτῳ γὰρ ἀποδυόμεθα τὸν παλαιὸν ἄνθρωπον, ἐνδυόμεθα δὲ τὸν νέον· καὶ τῶν ἁμαρτημάτων τὸ φορτίον ἀποτιθέμενοι, δεχόμεθα τὴν χάριν τοῦ Πνεύματος. Οὔτε τοίνυν τὸ πανάγιον βάπτισμα, οὔτε ὁ μέλλων βίος, οἶδε περιτομῆς καὶ ἀκροβυστίας διαφοράν. Κόσμον δὲ ἐκάλεσε τὰ βιωτικὰ πράγματα, τὴν τιμὴν, τὴν δόξαν, τὸν πλοῦτον· τούτοις εἶπεν εἶναι νεκρός. ιϛʹ. «Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.» Κανόνα ἐκάλεσε τὴν προκειμένην διδασκαλίαν, ὡς εὐθύτητι κοσμουμένην, καὶ μήτε ἐλλεῖπόν τι, μήτε περιττὸν ἔχουσαν· τοῖς δὲ ταύτην ἀσπαζομένοις ἐπηύξατο τὸν ἔλεον καὶ τὴν εἰρήνην. Ἰσραὴλ δὲ τοῦ Θεοῦ τοὺς πιστοὺς ὠνόμασεν, ἅτε δὴ τὸν Θεὸν ὁρῶντας διὰ τῆς πίστεως. Τοῦτο γὰρ ἑρμηνεύει τὸ ὄνομα. ιζʹ. «Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω. Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.» Εἰς μνήμην ἐλθὼν ὧν ὑπέμεινε πόνων, τὸ θεῖον αὐτοῖς προσφέρων Εὐαγγέλιον, οἷόν τινα μαρτυρίαν ταύτην ἔῤῥηξε τὴν φωνήν. Οὐκέτι, φησὶ, γράψαι τι πάλιν ἀνέξομαι· ἀντὶ δὲ γραμμάτων τοὺς μώλωπας δείκνυμι, καὶ τῶν αἰκισμῶν τὰ σημεῖα. Ταῦτα μαρτυρείτω τῇ τοῦ κηρύγματος ἀληθείᾳ· ὑπὲρ ἐκείνης γὰρ πάντα παθεῖν ἀνέχομαι. ιηʹ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.» Τὴν συνήθη εὐλογίαν οἷόν τινα σφραγῖδα τοῖς γράμμασιν ἐπιτέθεικε. Προστέθεικε δὲ τὴν τοῦ πνεύματος μνήμην, τῆς δοθείσης ἀναμιμνήσκων αὐτοὺς δωρεᾶς, ἢν οὐ διὰ τοῦ νόμου, διὰ δὲ τῆς πίστεως ἔλαβον. Ταύτην καὶ ἡμεῖς τὴν χάριν φυλάξωμεν, καὶ μὴ λυπῶμεν τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως, ἀλλ' οἷόν τι ἔλαιον τὴν ἀγαθὴν πρᾶξιν τῷ νοερῷ τούτῳ φωτὶ προσενέγκωμεν, ἵνα φωτιζόμενοι τὴν εὐθεῖαν ὁδεύωμεν, καὶ τὸ ἀξιάγαστον τῆς ὁδοῦ καταλάβωμεν τέλος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Γαλάτας Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώμης, ἑωρακὼς αὐτοὺς ἤδη ὁ θεῖος Ἀπόστολος, καὶ διδάξας.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
