# Interpretatio in xiv epistulas sancti Pauli 82.505

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.505

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Τινὲς τῶν προηρμηνευκότων τὸν θεῖον Ἀπόστολον, ἔφασαν τὸν θεσπέσιον Ἰωάννην τὸν εὐαγγελιστὴν πρῶτον παραδεδωκέναι τοῖς Ἐφεσίοις τὸ σωτήριον κήρυγμα· τινὲς δὲ ἄλλους μέν τινας εἰρήκασι πεποιηκέναι, τὸν δὲ θειότατον Παῦλον μηδέπω τοὺς Ἐφεσίους τεθεαμένον, τήνδε τὴν Ἐπιστολὴν πρὸς αὐτοὺς γεγραφέναι. Ἀλλ' ἡ τῶν ἀποστολικῶν Πράξεων ἱστορία τούτων ἡμᾶς οὐδέτερον διδάσκει. Σαφέστερον δὲ μαθησόμεθα τὴν ἀλήθειαν, εἰ τῆς διηγήσεως ἐκείνης ἀναμνησθείημεν. Ἐν Ἀντιοχείᾳ γὰρ, τῆς περὶ τοῦ νόμου ζητήσεως γενομένης, ἀπεστάλησαν πρὸς τοὺς ἁγίους ἀποστόλους οἱ θειότατοι Βαρνάβας καὶ Παῦλος, καὶ τῆς ἀμφισβητήσεως τὴν λύσιν δεξάμενοι, καὶ τὰ περὶ ταύτης κομισάμενοι γράμματα, κατέλαβον πάλιν τὴν Ἀντιόχειαν. Δῆλον δὲ ὡς κατὰ τουτονὶ τὸν καιρὸν, καὶ τὰς πρὸς τοὺς κορυφαίους τῶν ἀποστόλων ἐποιήσατο συνθήκας, περὶ ὧν ἐν τῇ πρὸς Γαλάτας ὁ θεσπέσιος ἔφη Παῦλος· «Καὶ γνόντες τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, Ἰάκωβος, καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν, ἡμεῖς δὲ εἰς τὰ ἔθνη.» Ἐξ ὧν ῥᾴδιον κατιδεῖν, ὡς οὐδέπω καταλελοίπει τὴν Ἰουδαίαν ὁ θεῖος ἀπόστολος Ἰωάννης. Μετὰ μέντοι τὴν ἀπὸ τῶν Ἱεροσολύμων ἐπάνοδον, τῆς περὶ τοῦ μακαρίου Μάρκου φιλονεικίας τοῖς ἁγίοις ἀποστόλοις γεγενημένης, Βαρνάβᾳ καὶ Παύλῳ, ὁ μὲν τὸν Μάρκον λαβὼν, εἰς τὴν Κύπρον ἐξέπλευσεν, ὁ δὲ θειότατος Παῦλος μετὰ τοῦ Σίλα τὴν Συρίαν καὶ Κιλικίαν περινοστήσας, εἰς τὴν Λυκαονίαν ἀφίκετο· ἐκεῖ δὲ τὸν πάντα ἄριστον περιτεμὼν Τιμόθεον, εἰς τὴν Φρυγίαν καὶ Γαλατίαν ἐξώρμησε, τῆς εὐσεβείας κατασπείρων τὰ σπέρματα· ἐκώλυσε γὰρ αὐτοὺς, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. Εἶτα τὴν Μυσίαν διελθόντες ἐπειράθησαν καὶ Βιθυνοῖς προσενεγκεῖν τὸ σωτήριον κήρυγμα, καὶ πάλιν ὑπὸ τοῦ θείου Πνεύματος ἐκωλύθησαν. Τὴν δὲ Τρωάδα καταλαβόντες, εἰς τὴν Μακεδονίαν ὑπὸ τῆς χάριτος προσεκλήθησαν. Εἶτα μετὰ τὴν Μακε-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
