# Interpretatio in xiv epistulas sancti Pauli 82.508

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.508

δονίαν καὶ Ἀθηναίοις καὶ Κορινθίοις τῆς θεογνωσίας τὴν ἀκτῖνα προσενεγκόντες, εἰς τὴν Ἔφεσον ἦλθον· συνῆν δὲ τῷ Ἀποστόλῳ καὶ Ἀκύλας καὶ Πρίσκιλλα. Διδάσκει τοίνυν ὁ μακάριος Λουκᾶς, ὡς εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθη τοῖς Ἰουδαίοις, καὶ παρακληθεὶς αὐτοῖς συνδιατρίψαι οὐκ εἶξεν, ἀλλ' εἰς τὴν Ἰουδαίαν ἀπέπλευσεν. Εὔδηλον τοίνυν ὡς οὐδέπω τῶν Ἐφεσίων ἡ πόλις κατὰ τὸν καιρὸν ἐκεῖνον ἀπολελαύκει σωτηρίου κηρύγματος. Οὐ γὰρ ἂν τοὺς πιστοὺς καταλελοιπὼς ὁ θεῖος Ἀπόστολος ὥρμησεν εἰς τὴν τῶν Ἰουδαίων συναγωγήν. Καὶ τὰ ἑξῆς δὲ τῆς ἱστορίας τοῦτο διδάσκει σαφέστερον. Ἐπανελθὼν γὰρ πάλιν ἀπὸ τῆς Ἰουδαίας εὗρέ τινας ἐν Ἐφέσῳ τὸν ἀριθμὸν δυοκαίδεκα, κατηχηθέντας μὲν, τοῦ δὲ θείου Πνεύματος τὴν χάριν οὐ δεδεγμένους, τὸ δὲ Ἰωάννου βάπτισμα μόνον ἐπισταμένους. Τούτους τοίνυν βαπτίσας, δύο κατὰ ταυτὸν ἔτη διέτριψεν αὐτόθι, παιδεύων τοὺς Ἐφεσίους τὰ σωτήρια δόγματα. Καὶ πρῶτον μὲν ἐν ταῖς συναγωγαῖς διελέγετο· ἐπειδὴ δὲ συνήθως ἀντέλεγον Ἰουδαῖοι, ἐν τῇ Τυράννου σχολῇ τὰς διατριβὰς ἐποιεῖτο. Ἐν ταύτῃ τῇ πόλει, καὶ ὁ χρὼς τῶν ἱματίων αὐτοῦ τὰς νόσους ἐξήλασε, καὶ τοῖς Σκευᾶ υἱέσιν ὁ δαίμων ἐφαλλόμενος ἐβόησε· Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ, τίνες ἐστέ; Ἐν ταύτῃ καὶ τὰ τῆς γοητείας ἐνεπρήσθη συγγράμματα, ὧν τὴν τιμὴν συνεψήφισαν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. Ὅτι μὲν οὖν οὐχ ὁ θεῖος Ἰωάννης αὐτοῖς πρῶτος προσενήνοχε τὸ σωτήριον κήρυγμα, ἀλλ' ὁ θεσπέσιος Παῦλος, σαφῶς ἡμᾶς ἐδίδαξεν ἡ τῶν Πράξεων ἱστορία. Ὅτι δὲ καὶ τὴν Ἐπιστολὴν μετὰ ταῦτα γέγραφεν, αὐτὰ διδάσκει τὰ γράμματα. Πρὸς γὰρ τῷ τέλει φησίν· «Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμὲ, ὅ τι πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.» Τὸν δὲ μακάριον Τυχικὸν ἀπὸ τῆς Ῥώμης ἀπέστειλε, καὶ τοῦτο ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ διδάσκει. Εἰρηκὼς γάρ· «Σπούδασον ταχέως ἐλθεῖν πρός με· Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ· Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γὰρ χρήσιμος εἰς διακονίαν·» ἐπήγαγε· «Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.» Ὅτι δὲ ἐσχάτην ταύτην ἔγραψε τὴν Ἐπιστολὴν, σαφῶς ἐν αὐτῇ διδάσκει· «Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν.» Ὁ τοίνυν Ἐφεσίοις κηρύξας, τὸ δεύτερον εἰς τὴν Μακεδονίαν καὶ Ἀχαΐαν ἐξώρμησε, κἀκεῖθεν εἰς τὴν Ἰουδαίαν. Εἶτα τῇ Ἐφέσῳ χρησάμενος τὴν Ῥώμην κατέλαβεν. Ἐκεῖθεν δὲ γράφων ἐδήλωσεν ὡς Τυχικὸν ἀπέστειλεν εἰς Ἔφεσον· Τυχικὸς δὲ τῶν πρὸς Ἐφεσίους γραμμάτων διάκονος. Δέδεικται ἄρα σαφῶς, ὡς προκηρύξας αὐτοῖς τὸ Εὐαγγέλιον οὕτως ἔγραψε τὴν Ἐπιστολήν. Τῆς δὲ Ἐπιστολῆς τὰ μὲν πρῶτα περιέχει διδασκαλίαν τοῦ θείου κηρύγματος, τὰ δὲ τελευταῖα παραίνεσιν ἠθικήν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
