# Interpretatio in xiv epistulas sancti Pauli 82.509

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.509

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ, βʹ. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατέρος ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Πάλιν τὴν, διά, πρόθεσιν ἐπὶ τοῦ Θεοῦ καὶ Πατέρος τέθεικε, τῶν τῇ θεότητι τοῦ Μονογενοῦς πολεμούντων ἐμφράττων τὰ στόματα, καὶ διδάσκων ὡς οὐ σμικρότητος αὕτη δηλωτική. Σὺν εὐφημίᾳ δὲ τὴν πρόσρησιν τέθεικεν. Ἁγίους γὰρ αὐτοὺς καὶ πιστοὺς προσηγόρευσεν. γʹ. «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Δῆλον ὡς ἡμῶν μέν ἐστι Θεὸς, τοῦ δὲ Κυρίου ἡμῶν Πατήρ. Τοῦτο δὲ καὶ τὴν πρὸς Κορινθίους ἑρμηνεύοντες τὴν δευτέραν Ἐπιστολὴν ἐσημηνάμεθα. «Ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.» Ἐδωρήσατο γὰρ ἡμῖν τοῦ θείου Πνεύματος τὰ χαρίσματα, ἔδωκε τὴν ἐλπίδα τῆς ἀναστάσεως, τὰς τῆς ἀθανασίας ἐπαγγελίας, τὴν ὑπόσχεσιν τῆς βασιλείας τῶν οὐρανῶν, τὸ τῆς υἱοθεσίας ἀξίωμα. Ταύτας ἐκάλεσεν εὐλογίας πνευματικάς. Καὶ προστέθεικεν, ἐν τοῖς ἐπουρανίοις· ἐπουράνια γὰρ τὰ δῶρα ταῦτα. Ἐπειδὴ δέ τινες ὑπελάμβανον πρόσφατον εἶναι τὸ κήρυγμα, καὶ κατεφρόνουν ὡς νεωτέρου τῆς νομικῆς πολιτείας, ἀναγκαίως καὶ περὶ τούτου διδάσκει. δʹ. «Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου.» Ἄνωθεν γὰρ, πρὸ τῆς τοῦ κόσμου συστάσεως, καὶ προέγνω τὰ καθ' ἡμᾶς, καὶ προώρισε. Διδάσκει δὲ καὶ ἐπὶ τίνι ἐξελέξατο. «Εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.» Καὶ πῶς ἐξελέξατο τοὺς μηδέπω γεγενημένους; «Ἐν ἀγάπῃ (εʹ.) προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὑτόν.» Καὶ προεῖδεν ἡμᾶς, καὶ ἠγάπησε, καὶ τὴν ἡμετέραν προώρισε κλῆσιν, ὥστε τοῦ τῆς υἱοθεσίας ἡμᾶς ἀπολαῦσαι χαρίσματος διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας. Τὸ δὲ εἰς αὐτὸν, τὸν Πατέρα λέγει, ἀντὶ τοῦ, ἵνα αὐτοῦ χρηματίζωμεν υἱοί. Εἶτα ἐκπλαγεὶς τῆς φιλοτιμίας τὸ μέγεθος, ἐπήγαγε· «Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ.» Τοῦτο γὰρ, φησὶν, ἠθέλησε, τοῦτο αὐτῷ ἤρεσεν. Εὐδοκίαν γὰρ τὴν ἐπ' εὐεργεσίᾳ βούλησιν ἔθος τῇ θείᾳ καλεῖν Γραφῇ. «Εὐδόκησας γὰρ, φησὶ, Κύριε, τὴν γῆν σου.» Καί· «Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτόν.» Καί· «Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.» ϛʹ. «Εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ.» Ἡ γὰρ τῆς εὐεργεσίας ὑπερβολὴ καὶ τῶν ἀχαρίστων τὰς γλώττας εἰς εὐχαριστίαν κινεῖ.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
