# Interpretatio in xiv epistulas sancti Pauli 82.516

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.516

ἁγίους φιλοτιμίαν, καὶ ἐπὶ τούτοις ἀνυμνεῖ τὸν Θεὸν τὸν ἁπάντων αἴτιον τῶν ἀγαθῶν, καί φησιν· ιζʹ, ιηʹ. «Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν.» Αἰτῶ δὲ προσευχόμενος σοφίας ὑμᾶς ἐμπλησθῆναι πνευματικῆς, ὥστε γνῶναι τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Τοῦτο ἐκάλεσεν ἀποκάλυψιν. Τὸ μέντοι, Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ διαίρεσιν τέθεικε. Τὸν γὰρ αὐτὸν τοῦ αὐτοῦ καὶ Θεὸν ἐκάλεσε καὶ Πατέρα· Θεὸν μὲν ὡς ἀνθρώπου, Πατέρα δὲ ὡς Θεοῦ. Δόξαν γὰρ τὴν θείαν φύσιν ὠνόμασεν. Οὕτω καὶ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης,» τουτέστι τῆς θείας φύσεως. Οὕτω καὶ ὁ θεῖος Ἰεζεκιὴλ, «Τοῦτο, φησὶν, ὁμοίωμα δόξης Κυρίου.» Ἐπειδὴ γὰρ τὴν θείαν φύσιν διαγνῶναι πάμπαν ἀδύνατον, δόξαν αὐτὴν ὀνομάζουσιν, ἀπὸ τῆς προσκυνήσεως καὶ δοξολογίας τὴν προσηγορίαν τιθέντες. «Εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, (ιθʹ) καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας.» Ἱκετεύω δὲ, τῷ νοερῷ φωτὶ τῆς διανοίας ὑμῶν καταυγασθῆναι τὸ ὀπτικὸν, ὥστε καὶ ἐπὶ τίσιν ἐκλήθημεν διαγνῶναι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τὸ μέγεθος προμαθεῖν. Γλώττῃ δὲ σαρκικῇ διαλεγόμενος ὁ θεῖος Ἀπόστολος, καὶ μὴ δυνάμενος ὡς βούλεται τὸν Δεσπότην ὑμνῆσαι, καὶ τῶν δωρεῶν ὑποδεῖξαι τὸ μέγεθος, πολλὰ κατὰ ταυτὸν ὀνόματα συναθροίζει, δεῖξαι ταῦτα φιλονεικῶν κατὰ δύναμιν. Διὰ τοῦτο ἐλπίδα κλήσεως, καὶ πλοῦτον δόξης κληρονομίας, καὶ ὑπερβάλλον μέγεθος δυνάμεως, καὶ εὐδοκίαν θελήματος, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα συναγείρει. Τὸ δὲ, ὑπερβάλλον μέγεθος τῆς δυνάμεως, τέθεικε, τοῦ σταυροῦ τὴν ἀτιμίαν εἰς νοῦν λαβὼν, καὶ ἐνθυμηθεὶς ἡλίκα διὰ τούτου κατώρθωσε. Τοῦτο γὰρ ἐπήγαγε· «Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, (κʹ, κβʹ.) ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ.» Δῆλον δὲ ὅτι ταῦτα πάντα ὡς περὶ ἀνθρώπου τέθεικε· τοῦτο γὰρ αὐτῷ καὶ τὴν ἔκπληξιν ἐποίησεν. Τὸ γὰρ τὸν Θεὸν ὄντα συνεδρεύειν τῷ Θεῷ, καὶ Υἱὸν ὄντα συμβασιλεύειν τῷ Πατρὶ, θαυμαστὸν οὐδαμῶς· τῇ ταυτότητι γὰρ τῆς φύσεως

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
