# Interpretatio in xiv epistulas sancti Pauli 82.517

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.517

ἡ κοινωνία τῆς ἐξουσίας συνέζευκτο. Τὸ δὲ τὴν ληφθεῖσαν ἐξ ἡμῶν φύσιν τῆς αὐτῆς τῷ λαβόντι μετέχειν τιμῆς, ὥστε μηδεμίαν φαίνεσθαι διαφορὰν προσκυνήσεως, ἀλλὰ διὰ τῆς ὁρωμένης φύσεως τὴν ἀόρατον προσκυνεῖσθαι θεότητα, τοῦτο παντὸς ἐπέκεινα θαύματος. Διά τοι τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ὑπεραγασθεὶς, πρῶτον μὲν ὑμνεῖ τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως, εἶτα τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος· καὶ ζητεῖ ὀνόματα δηλῶσαι δυνάμενα τοῦ πράγματος τὸ παράδοξον. Πρῶτον μὲν γὰρ, φησὶν, ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, δῆλον ὅτι ὡς ἄνθρωπον· εἶτα ἐκάθισε. Καὶ δεικνὺς τὸ μέγεθος τῆς τιμῆς προστέθεικεν, ἐν δεξιᾷ αὐτοῦ. Ἐπιδείκνυσι δὲ καὶ τὰ βασίλεια, ἐν τοῖς ἐπουρανίοις. Εἶτα καὶ τοὺς ὑπηκόους, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας. Καὶ διεξελθὼν πάντα ὅσα ἐδιδάχθημεν τῶν ἀοράτων ὀνόματα, προστέθεικεν ὅτι καὶ εἴ τινας τούτων ἀγνοοῦμεν, μετὰ δὲ ταῦτα γνωσόμεθα ἐν τῷ μέλλοντι βίῳ, καὶ οὗτοι πάντες ὑπόκεινται· καὶ τὴν προφητικὴν ἐπήγαγε μαρτυρίαν· Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ τοῦτο δὲ ὁ Προφήτης ὡς περὶ ἀνθρώπου τέθεικεν. Τί γάρ ἐστι, φησὶν, ἄνθρωπος, ὅτι ἐμνήσθης αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; «Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, (κγʹ.) ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ.» Κεφαλῆς τάξιν ὁ Δεσπότης ἐπέχει Χριστός· οἱ δέ γε πιστεύοντες εἰς αὐτὸν, τὴν τοῦ σώματος. «Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.» Ἐκκλησίαν καλεῖ τὸν σύλλογον τῶν πιστῶν. Ταύτην προσηγόρευσε τοῦ μὲν Χριστοῦ σῶμα, τοῦ δὲ Πατρὸς πλήρωμα. Ἐπλήρωσε γὰρ αὐτὴν παντοδαπῶν χαρισμάτων, καὶ οἰκεῖ ἐν αὐτῇ, καὶ ἐμπεριπατεῖ, κατὰ τὴν προφητικὴν φωνήν. Τοῦτο δὲ ἀκριβέστερον κατὰ τὸν μέλλοντα βίον γενήσεται. Οὕτω γὰρ καὶ Κορινθίοις ἐπιστέλλων ἐδίδαξεν. Εἰπὼν γάρ· «Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος·» καὶ, ὅτι «Πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ·» τελευταῖον τέθεικεν· «Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι.» Καὶ ἐκεῖνα μὲν διὰ πλειόνων ἡρμηνεύσαμεν, ἐροῦμεν δὲ καὶ ἐνταῦθα συντόμως, ὅτι κατὰ τὸν παρόντα βίον ἐν πᾶσι μὲν ἔστιν ὁ Θεός· ἀπερίγραπτον γὰρ ἔχει τὴν φύσιν· οὐ πάντα δὲ ἐν πᾶσι, ἐπειδὴ οἱ μὲν δυσσεβοῦσιν, οἱ δὲ παρανομοῦσι· οἰκεῖ δὲ ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. Ἐν δέ γε τῷ μέλλοντι βίῳ, τῆς θνητότητος παυομένης, καὶ τῆς ἀθανασίας χορηγουμένης, καὶ τῆς ἁμαρτίας οὐκ ἔτι χώραν ἐχούσης, πάντα ἐν πᾶσιν ἔσται. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ, βʹ. «Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι, καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐν αἷς ποτε περιεπατήσατε.» Ἐνέκρωσε γὰρ ἡμᾶς τῆς ἁμαρτίας ἐνέργεια· αὐτὴ γὰρ τὸν θάνατον ἀπεκύησε. «Κατὰ τὸν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
