Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.520
Not analysed yet
αἰῶνα τοῦ κόσμου τούτου.» Κόσμον καλεῖ τὰ δημιουργήματα, αἰῶνα δὲ τὴν παροῦσαν ζωήν. «Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.» Σαφῶς ἡμᾶς ἐδίδαξεν, ὡς πάλαι μὲν ὁ διάβολος τοῦ ἀέρος ἐνεπιστεύθη τὴν ἐξουσίαν· ἐκπεσὼν δὲ ταύτης διὰ τὴν πονηρίαν, διδάσκαλος δυσσεβείας καὶ πονηρίας ἐγένετο. Οὐ μὴν ἁπάντων κρατεῖ, ἀλλὰ μόνων τῶν οὐ προσιεμένων τὰ θεῖα κηρύγματα· τούτους γὰρ υἱοὺς ἀπειθείας ἐκάλεσε· τῆς θείας εὐεργεσίας τοὺς Ἐφεσίους ἀναμιμνήσκων, ὅτι νεκροὺς ἤδη γεγενημένους διὰ τὴν ἁμαρτίαν, καὶ ὑπὸ τὴν ἐξουσίαν τελοῦντας τοῦ διαβόλου, τῆς σωτηρίας ἠξίωσεν. Ἵνα δὲ μὴ κατηγορίαν ὑπολάβωσι τὴν τῶν βεβιωμένων ἀνάμνησιν, συντάττει καὶ ἑαυτὸν, κοινὴν τὴν νόσον δεικνύς. γʹ. «Ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε, ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν· καὶ ἦμεν φύσει τέκνα ὀργῆς, ὡς καὶ οἱ λοιποί.» Ἔδειξεν οὐ μόνην τὴν σάρκα ταῖς κατηγορίαις ὑπεύθυνον, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχήν. Πρότερος γὰρ ὁ νοῦς δέχεται τὴν ἐπὶ τὰ χείρω ῥοπήν· εἶθ' οὕτω διὰ τῆς σαρκὸς ἐνεργεῖ τὰ βουλεύματα. Τέκνα δὲ φύσει ὀργῆς εἶπεν, ἀντὶ τοῦ, ὀργῆς ἄξιοι, καὶ τιμωρίας ἐσχάτης. Οὕτω τὸν Ἀντίχριστον υἱὸν ἀπωλείας ὠνόμασε, τουτέστιν, ἀπωλείας ἄξιον. δʹ, εʹ. «Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὑτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ.» Ἀλλὰ καὶ οὕτω διακειμένους ἄβυσσον ἀγαθότητος ἔχων ὁ Δεσπότης Θεὸς κοινωνοὺς ἡμᾶς ἀπέφηνε τῆς ἀθανάτου ζωῆς τοῦ Δεσπότου ἡμῶν. Τοῦτο γὰρ λέγει, συνεζωοποίησε τῷ Χριστῷ. Ἐκείνου γὰρ ἀναστάντος, καὶ ἡμεῖς ἐλπίζομεν ἀναστήσεσθαι. Ἐν αὐτῷ γὰρ τὰ ἡμέτερα κατωρθώθη. Εἶτα σαφέστερον διδάσκει τὸ μέγεθος τῆς δωρεᾶς. «Χάριτί ἐστε σεσωσμένοι.» Οὐ γὰρ διὰ τὸν ἄριστον ἡμῶν ἐκλήθημεν βίον, ἀλλὰ διὰ τὴν τοῦ σεσωκότος ἀγάπην. ϛʹ. «Καὶ συνήγειρε, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ.» Αὐτοῦ γὰρ ἀναστάντος ἡμεῖς τῇ ἐλπίδι ἀνέστημεν, καὶ αὐτοῦ τῷ Πατρὶ συνεδρεύοντος, μετέχομεν καὶ ἡμεῖς τῆς τιμῆς. Κεφαλὴ γὰρ ἡμῶν ὁ συνεδρεύων, ἀπαρχὴ ἡμῶν ὁ συμβασιλεύων· τὴν γὰρ ἡμετέραν ἐνδέδυται φύσιν. ζʹ. «Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ, ἐν τῇ χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.» Νῦν γὰρ τῶν ἐλπιζομένων ἀγαθῶν τὸ μέγεθος, τοῖς μὲν ἀπίστοις ἄδηλον παντελῶς, οἱ δέ γε πιστοὶ ὡς ἐν ἐσόπτρῳ βλέπουσι καὶ αἰνίγματι. Διὰ πίστεως γὰρ περιπατοῦσιν, οὐ διὰ εἴδους· τότε δὲ πρόσωπον πρὸς