# Interpretatio in xiv epistulas sancti Pauli 82.521

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.521

πρόσωπον ὄψονται· τότε καὶ οἱ πιστοὶ καὶ οἱ ἄπιστοι τὴν ἐξ ἡμῶν ληφθεῖσαν φύσιν θεάσονται παρὰ πάσης προσκυνουμένην τῆς κτίσεως καὶ τοὺς ἁγίους συμβασιλεύοντας. «Εἰ γὰρ ἀπεθάνομεν, φησὶν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.» ηʹ. «Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως.» Ἡ τοῦ Θεοῦ χάρις τούτων ἡμᾶς ἠξίωσε τῶν ἀγαθῶν. Ἡμεῖς δὲ μόνην τὴν πίστιν προσενηνόχαμεν. Ἀλλὰ καὶ ταύτης ἡ θεία χάρις γεγένηται συνεργός. Τοῦτο γὰρ ἐπήγαγε· «Καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον· (θʹ.) οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.» Οὐ γὰρ αὐτόματοι πεπιστεύκαμεν, ἀλλὰ κληθέντες προσεληλύθαμεν, καὶ προσελθόντας οὐκ ἀπῄτησε καθαρότητα βίου, ἀλλὰ μόνην τὴν πίστιν δεξάμενος, τὴν τῶν ἁμαρτημάτων ἄφεσιν ἐδωρήσατο. ιʹ. «Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπ' ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.» Τὸ, κτισθέντες, ἐνταῦθα ἐπὶ τῆς ἀναγεννήσεως τέθεικεν. Ἐκάλεσεν ἡμᾶς, φησὶ, διὰ τὴν ἄφατον ἀγαθότητα· ὑπηκούσαμεν, καὶ πιστεύσαντες τετυχήκαμεν τῆς σωτηρίας· ἀλλὰ πρὸ μὲν τοῦ βαπτίσματος οὐκ ἀπῄτησεν ἡμᾶς πρακτικὴν ἀρετήν· μετὰ μέντοι τὸ βάπτισμα καὶ ταύτης ἔχεσθαι παρεγγυᾷ. Τοῦτο γὰρ λέγει, ἐπ' ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Πάλιν δὲ αὐτοὺς τῶν προτέρων ἀναμιμνήσκει, ἵνα δείξῃ τῆς θείας εὐεργεσίας τὸ μέγεθος. «Διὸ μνημονεύετε, (ιαʹ.) ὅτι ὑμεῖς ποτε τὰ ἔθνη.» Ἐνταῦθα δεῖ στίξαι. «Ἐν σαρκὶ οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου.» Καὶ ἡ περιτομὴ τῆς σαρκὸς, καὶ ἡ ἀκροβυστία τῆς σαρκός. Λέγει δὲ τοῦτο, ὅτι Ὑμεῖς οἱ λεγόμενοι ἀκροβυστία ἐν σαρκὶ (τοῦτο δὲ ὑμᾶς ἐκάλουν οἱ τὴν περιτομὴν τῆς σαρκὸς τὴν χειροποίητον ἔχοντες), οὐδεμίαν εἴχετε κοινωνίαν πρὸς τὰς τοῦ Ἰσραὴλ εὐλογίας· τοῦτο γὰρ τὰ ἐπαγόμενα διδάσκει· ιβʹ. «Ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν, τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.» Δεῖξαι βούλεται τὸν Δεσπότην Χριστὸν πάντων αὐτοῖς πρόξενον γεγενημένον τῶν ἀγαθῶν. Πρὶν γὰρ, φησὶ, τούτῳ πιστεῦσαι, ἔρημοι μὲν ἦτε θεογνωσίας, τῶν δὲ τῷ Ἰσραὴλ ἐπηγγελμένων οὐκ ἀπελάβετε ἀγαθῶν. ιγʹ. «Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς, οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Πόῤῥω γὰρ ὑμᾶς διάγοντας, καὶ τοῦ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
