# Interpretatio in xiv epistulas sancti Pauli 82.53

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.53

Καίσαρος οἰκίας.» Ἐδίδαξε μέντοι, ὡς οὐκ ἀπίστοις γράφει, ἀλλὰ τοῖς ἤδη πεπιστευκόσιν. Ὅθεν αὐτοὺς καὶ κλητοὺς καὶ ἁγίους προσαγορεύει, ταῖς πνευματικαῖς εὐφημίαις ἐπαίρων, καὶ τὸν περὶ τὸν εὐεργέτην πόθον πυρσεύων. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα συμπεπλήρωκε τὴν τῆς Ἐπιστολῆς προγραφήν· Παῦλος γὰρ, φησὶ, δοῦλος Ἰησοῦ Χριστοῦ πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Τἄλλα δὲ ἅπαντα μεταξὺ παρενέθηκε, διδάσκων τίνος τε κήρυξ προβέβληται, καὶ ὁποῖα κηρύττειν προστέτακται, καὶ τίσι ταῦτα προσφέρειν ἀφώρισται. Ἐπεύχεται δὲ αὐτοῖς, πρῶτον μὲν τοῦ Θεοῦ τὴν χάριν· διὰ ταύτης γὰρ ἅπαντες σωτηρίας ἀπήλαυσαν οἱ πιστεύσαντες. Εἶτα τὴν εἰρήνην, δι' ἧς πᾶσαν αἰνίττεται τῆς ἀρετῆς τὴν κατόρθωσιν. Εἰρηνεύει γὰρ πρὸς Θεὸν ὁ τὴν εὐαγγελικὴν ἀσπαζόμενος πολιτείαν, ὁ θεραπεύειν αὐτὸν εἰς ἅπαντα προθυμούμενος. Τούτων δὲ τῶν δωρεῶν, οὐ τὸν Πατέρα μόνον, ἀλλὰ καὶ τὸν Υἱὸν δείκνυσι χορηγόν· Ἀπὸ Θεοῦ γὰρ, φησὶ, Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Δι' ὧν ἡμᾶς ἐδίδαξεν ἄντικρυς Πατρὸς καὶ Υἱοῦ τὴν ἰσότητα. ηʹ. Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Τοῦτο δὲ οὐ θεραπεύων αὐτοὺς, ἀλλ' ἀληθεύων ὁ Ἀπόστολος τέθεικεν. Οὔτε γὰρ οἷόν τε ἦν λαθεῖν τοὺς κατὰ τὴν οἰκουμένην τὰ ἐν τῇ Ῥώμῃ συμβαίνοντα. Ἐν ἐκείνῃ γὰρ εἶχον πάλαι Ῥωμαίων οἱ βασιλεῖς τὰ βασίλεια, κἀκεῖθεν οἵ τε τῶν ἐθνῶν ἄρχοντες ἐξεπέμποντο, καὶ οἱ τὸν δασμὸν τὰς πόλεις εἰσπράττοντες. Καὶ μέντοι καὶ εἰς ἐκείνην συνέτρεχον ἅπαντες οἱ βασιλικὰς ἐπαγγέλλοντες χάριτας. Καὶ διὰ τούτων ἁπάντων κατεμηνύετο πανταχοῦ, ὡς καὶ ἡ Ῥωμαίων πόλις τὴν κατὰ τὸν Χριστὸν διδασκαλίαν ἐδέξατο. Μεγίστην δὲ τοῦτο τοῖς ἀκούουσιν ὠφέλειαν προὐξένει. Ὅθεν ὁ θεῖος Ἀπόστολος ἐπὶ τούτοις τὸν Δεσπότην ἀνύμνησεν. Ἐπειδὴ δὲ κεχειροτονῆσθαι μὲν ἔφη τῶν ἐθνῶν ἁπάντων διδάσκαλος, συχνοῦ δὲ χρόνου διεληλυθότος οὔτε αὐτὸς πρὸς αὐτοὺς ἀπελήλυθεν, οὔτε διὰ γραμμάτων αὐτοὺς πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν, ἀναγκαίως καὶ τὴν ἀπολογίαν προσφέρει, καὶ τὸν Δεσπότην Θεὸν εἰς μαρτυρίαν τῆς περὶ αὐτοὺς καλεῖ διαθέσεως. θʹ, ιʹ. Μάρτυς γάρ μου ἐστὶν ὁ Θεὸς, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι. Πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Εἴδη λατρείας πολλά. Καὶ γὰρ ὁ προσευχόμενος Θεῷ λατρεύει, καὶ ὁ νηστείᾳ χρώμενος, καὶ ὁ τοῖς θείοις προσέχων λογίοις, καὶ μέντοι καὶ ὁ τῆς τῶν ξένων θεραπείας ἐπιμελού-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
