# Interpretatio in xiv epistulas sancti Pauli 82.540

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.540

τολμῶσι, ὑπὲρ κόρον τῷ διεφθαρμένῳ καταχρώμενοι βίῳ. Πλεονεξίαν γὰρ τὴν ἀμετρίαν ἐκάλεσεν. Ἐντεῦθεν νοήσωμεν καὶ τὸ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ εἰρημένον, τό «Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν.» Τὴν γὰρ συγχώρησιν οὕτως ἐκάλεσεν. Ἐνταῦθα γὰρ σαφῶς ἐδίδαξεν ὡς ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ. κʹ, καʹ. «Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ.» Τοιαῦτα μὲν οὖν τὰ τῆς δυσσεβείας παιδεύματα. Τὰ δὲ τοῦ Δεσπότου τοῦ Χριστοῦ παντάπασιν ἐναντία. Λέγει δὲ καὶ ταῦτα. κβʹ—κδʹ. «Ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.» Παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκάλεσεν, ἀλλὰ τὴν τῆς ἁμαρτίας ἐνέργειαν· οὐδὲ γὰρ τὸ σῶμα ὁ βαπτιζόμενος ἀποτίθεται, ἀλλὰ τῆς ἁμαρτίας τὸ πιναρὸν ἔνδυμα. Καινὸν δὲ ἄνθρωπον κέκληκε, τὸν κατὰ τὴν εὐαγγελικὴν νομοθεσίαν πολιτευόμενον. Ἄνθρωπον δὲ, καὶ τὴν ἀρετὴν, καὶ τὴν κακίαν ἐκάλεσεν, ἐπειδὴ παρ' ἀνθρώπων ἐνεργεῖται· Πνεῦμα δὲ νόου, τὴν ὁρμὴν τοῦ νόου πνευματικὴν εἴρηκε. Λέγει δὲ καὶ τίνα ἐστὶ τὰ τοῦ καινοῦ ἀνθρώπου. κεʹ. «Διὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὑτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.» Τῶν γὰρ ἀτοπωτάτων, μέλη ὄντας ἀλλήλους τὰ μὴ ὄντα λέγειν ἀλλήλοις· τοῦτο γὰρ οὐκ ἴδιον τῶν μελῶν· καὶ γὰρ ὀφθαλμοὶ, κρημνοὺς ὁρῶντες καὶ βάραθρα, μηνύουσι τοῖς ποσὶ, ἵνα ἐκκλίνωσι, καὶ μὴ ἅπαν τὸ σῶμα λωβήσονται· καὶ ἀκοαὶ ἀπὸ τῶν ψόφων αἴσθησιν δεχόμεναι, σημαίνουσι τοῖς ὀφθαλμοῖς· καὶ μὴ ψεύδονται αἱ αἰσθήσεις ἀλλήλας· κοινὴ γὰρ ἡ ζημία τοῦ ψεύδους. κϛʹ. «Ὀργίζεσθε.» Ἐνταῦθα ὑποστικτέον. «Καὶ μὴ ἁμαρτάνετε.» Σύμμετρα τῇ φύσει νομοθετεῖ· οἶδε γὰρ ὡς οὐκ ἀεὶ φέρει γενναίως ὁ λογισμὸς τοῦ πάθους τὴν προσβολήν. Παρεγγυᾷ τοίνυν λύειν ὅτι τάχιστα τὴν ὀργήν. Τοῦτο γὰρ ἐπάγει· «Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν.» Μέτρον ἔδωκε τῷ θυμῷ τῆς ἡμέρας τὸ μέτρον. Ὑφορᾶται γὰρ, μὴ νύκτωρ ἡσυχάζων ὁ λογισμὸς ἐπιτείνῃ τὴν νόσον. Οἶδε δὲ καὶ τοῦ διαβόλου τὰς μηχανάς· ὅθεν ἐπήγαγε· κζʹ. «Μήτε δίδοτε τόπον τῷ διαβόλῳ.» Οὕτω κατάλληλον τῷ πάθει τούτῳ προσενεγκὼν φάρμακον, εἰς ἕτερον μεταβαίνει.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
