# Interpretatio in xiv epistulas sancti Pauli 82.545

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.545

ὕπνον ἀποτιθέμενος, δέχεται τοῦ Δεσποτικοῦ φωτὸς τὴν ἀκτῖνα. Ἰστέον μέντοι, ὡς οὐ Γραφική ἐστιν αὐτὴ μαρτυρία. Οὐδαμοῦ γὰρ αὐτὴν παρὰ τῇ θείᾳ Γραφῇ κειμένην εὑρίσκομεν. Τινὲς δὲ τῶν ἑρμηνευτῶν ἔφασαν πνευματικῆς χάριτος ἀξιωθέντας τινὰς ψαλμοὺς συγγράψαι· καὶ τοῦτο αἰνίττεσθαι τὸν θεῖον Ἀπόστολον ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ· «Ἕκαστος ὑμῶν ψαλμὸν ἔχει.» ιεʹ, ιϛʹ. «Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.» Πονηρὰς ἡμέρας, οὐκ αὐτὸν καλεῖ τὸν χρόνον (ποίαν γὰρ ἂν σχοίη πονηρίαν ὁ χρόνος;) ἀλλὰ τὴν ἐν αὐταῖς τολμωμένην κακίαν. Διὰ τοῦτο καὶ εἶπεν, ἐξαγοραζόμενοι τὸν καιρὸν, τουτέστιν, Οὐκ ἔστιν ὑμέτερος· πάροικοι γάρ ἐστε καὶ παρεπίδημοι. Φέρετε τοίνυν γενναίως τὰ προσπίπτοντα λυπηρὰ, καὶ χρήσασθε εἰς δέον τῷ παρόντι καιρῷ. ιζʹ. «Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.» Ἀνοίας γὰρ ἐσχάτης, τὸ μὴ διὰ πάντα θεραπεύειν τὸν σεσωκότα Δεσπότην. ιηʹ, ιθʹ. «Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.» Τὴν μέθην ἐκβάλλων τὴν ἐπιβλαβῆ, τὴν πνευματικὴν ἀντεισήγαγε. Τοῦτο γὰρ εἶπε, Πληροῦσθε ἐν Πνεύματι, ἀντὶ τοῦ, Τὸν Θεὸν ἐνδελεχῶς ὑμνοῦντες, καὶ πρὸς ἑαυτοὺς νεύοντες, καὶ τὸν λογισμὸν ἀεὶ διεγείροντες. Τῇ καρδίᾳ γὰρ ψάλλει ὁ μὴ μόνον τὴν γλῶτταν κινῶν, ἀλλὰ καὶ τὸν νοῦν εἰς τὴν τῶν λεγομένων κατανόησιν διεγείρων. κʹ. «Εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί.» Οὐ γὰρ μόνον ὑπὲρ ἑαυτῶν προσήκει ὑμνεῖν τὸν εὐεργέτην Θεὸν, ἀλλὰ καὶ ὑπὲρ πάντων τῶν τῆς εὐεργεσίας μετειληχότων. Προσήκει δὲ τοῦτο ποιεῖν μεμνημένους ἀεὶ τοῦ σεσωκότος ἡμᾶς Χριστοῦ. καʹ. «Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ.» Οὐ γὰρ τοῖς παρανομεῖν κελεύουσιν ὑποτάσσεσθαι δεῖ, ἀλλὰ τοῖς εὐσεβείᾳ συζῶσι. Καὶ ἐπειδὴ κοινὴν τὴν περὶ τῆς ὑποταγῆς νομοθεσίαν προσήνεγκε, κατ' εἶδος λοιπὸν παραινεῖ τὰ κατάλληλα. κβʹ, κγʹ. «Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν ὡς τῷ Κυρίῳ· ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι Σωτὴρ τοῦ σώματος.» Σοφῶς ἄγαν ὁ θεῖος Ἀπόστολος τέθεικε τὸ παράδειγμα. Ἱκανὸν γὰρ καὶ τὰς γυναῖκας αἰδεῖσθαι τοὺς ἄνδρας παρασκευάσαι, καὶ τοῖς ἀνδράσι περὶ τὰς ἰδίας γυναῖκας φιλοστοργίαν ἐνθεῖναι. κδʹ. «Ἀλλ' ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
