# Interpretatio in xiv epistulas sancti Pauli 82.553

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.553

πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Ἐκ τῶν ἁγίων ἦσαν ταγμάτων οἱ πονηροὶ δαίμονες, ἀλλὰ καὶ διὰ πονηρίαν τῆς τάξεως ἐκείνης ἐξέπεσαν· ἔχουσι δὲ καὶ νῦν τὰς προσηγορίας εἰς ἔλεγχον τῆς βδελυρίας. Κοσμοκράτορας δὲ αὐτοὺς ὠνόμασεν, οὐχ ὡς παρὰ τοῦ Θεοῦ τήνδε τὴν ἀρχὴν δεξαμένους, ἀλλ' ὡς τῶν ῥᾳθυμίᾳ συζώντων γνώμῃ τὴν δουλείαν ἀσπασαμένων. Ἐμιμήσατο δὲ στρατηγὸν ἄριστον ὁ θεῖος Ἀπόστολος, ὃς ἐξελάσαι τῆς στρατείας τὴν νωθείαν βουλόμενος, τὴν τῶν πολεμίων ἀνδρείαν ἐξηγεῖται. Ὑπέδειξε δὲ καὶ τῆς νίκης τὸ κέρδος, ἵνα προθυμοτέρους τοὺς στρατιώτας ἐργάσηται. Ἐν γὰρ τοῖς ἐπουρανίοις φησὶ, τουτέστι περὶ τῶν οὐρανίων ταγμάτων ἡ μάχη, ἆθλον ἡμῖν πρόκειται τῆς παρατάξεως ἡ βασιλεία τῶν οὐρανῶν. ιγʹ. «Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι.» Ἡμέραν πονηρὰν τὴν τῆς παρατάξεως ἡμέραν καλεῖ, ἀπὸ τοῦ ἐνεργοῦντος αὐτῇ διαβόλου τὸ ὄνομα τεθεικώς. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν καὶ προφανῶς ἐπολεμοῦντο, διωκόμενοι καὶ στρεβλούμενοι, καὶ θανάτων ὑπομένοντες εἴδη παντοδαπά. ιδʹ. «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.» Πρῶτον τῆς ἐπιθυμίας κολάζει τὴν ἀπληστίαν· ἐν γὰρ τῇ ὀσφύϊ διάκεινται οἱ νεφροὶ, ἐν ἐκείνοις δὲ ἡ τῆς ἐπιθυμίας ἐνέργεια. Οὕτω καὶ ὁ μακάριος ἔφη Δαβὶδ, τὴν τῆς μοιχείας ἁμαρτίαν ὀλοφυρόμενος· «Ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαίγματα·» ἀντὶ τοῦ, Οὐκ εἰς δέον ἐχρησάμην τῇ ἐπιθυμίᾳ τῆς φύσεως. Οὕτω καὶ περὶ τοῦ Λευῒ ὁ θεῖος Ἀπόστολος ἔφη· «Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ·» Κελεύει τοίνυν τῇ ἀληθείᾳ τὴν ὀσφὺν περιζῶσαι, ἵνα τῶν ἀληθῶν καὶ μονίμων ἐπιθυμῶμεν πραγμάτων. «Καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης.» Τὸ ἐν τῇ καρδίᾳ λογικὸν τῇ δικαιοσύνῃ καὶ φρουρεῖ καὶ λαμπρύνει, ἵνα μηδὲν πέρα τοῦ δικαίου λογίζηται. ιεʹ. «Καὶ ὑποδυσάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης.» Μὴ εἰς ἀτόπους πράξεις τοὺς πόδας κινεῖτε, ἀλλὰ τοῦ Εὐαγγελίου δρόμον πληροῦτε, ἵνα καὶ τὴν προφητικὴν δέξησθε εὐφημίαν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων ἀγαθά.« Τὴν δὲ εἰρήνην τέθεικεν, ἐπειδὴ καὶ πολέμου ἐμνήσθη· ἵνα πρὸς μὲν ἀλλήλους καὶ πρὸς τὸν κοινὸν εἰρηνεύωμεν Δεσπότην, πρὸς δὲ μόνον τὸν διάβολον καὶ τὴν ἐκείνου φάλαγγα τὴν παράταξιν ἔχωμεν. ιϛʹ. «Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι.» Ἀντὶ ἀσπίδος ὑμῖν ἡ πί-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
