Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.556
Not analysed yet
στις γενέσθω· ἐκείνη γὰρ ὑμῖν ὑποδείκνυσι τὸν ἐπικουροῦντα Θεόν· ἐκείνη ὑμῖν γυμνοῖ τοῦ πολέμου τὰ ἆθλα, τῶν νικώντων τὰς ἀναῤῥήσεις, τοὺς τῶν ἀριστευόντων στεφάνους. Ταῦτα δὲ πάντα τὰ τοῦ Πονηροῦ κατασβέννυσι βέλη. Πεπυρωμένα δὲ αὐτὰ κέκληκε, διεγείρων τοὺς στρατιώτας, καὶ κελεύων ἀσφαλῶς περιφράττεσθαι. ιζʹ. «Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε.» Αὐτὸς ὑμῶν, φησὶν, ὁ Δεσπότης Χριστὸς καλύψει τὴν κεφαλὴν, καὶ τῇ σωτηρίᾳ, οἷόν τινι κράνει περιφράξει, ὥστε μὴ δέξασθαι παρὰ τῶν δυσμενῶν ἐπιφερομένας πληγάς. «Καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.» Μάχαιραν τοῦ Πνεύματος τὴν τοῦ Πνεύματος ἐνέργειαν κέκληκε, τὴν δὲ ἐνέργειαν τοῦ Πνεύματος, ῥῆμα Θεοῦ προσηγόρευσε. Λέγει δὲ τοῦτο, ὅτι καθάπερ λόγῳ τὸ πανάγιον Πνεῦμα τὴν ἡμετέραν πραγματεύεται σωτηρίαν. Ἐπιτιμᾷ γὰρ ὁ πνευματικὸς ἄνθρωπος τῷ διαβόλῳ, καὶ δραπετεύει. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. ιηʹ. «Διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες, ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει. «Οἱ διηνεκῶς ἔχοντες τοὺς πολεμίους ἐπικειμένους οὐδὲ καθεύδειν δύνανται. Διά τοι τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἀγρυπνεῖν κελεύει, καὶ ἐνδελεχῶς προσεύχεσθαι, καὶ μὴ ἐνδιδόναι τῷ πόνῳ τοῦ σώματος, ἀλλὰ μετὰ πλείστης καρτερίας τοῦτο ποιεῖν. Παρεγγυᾷ δὲ μὴ ὑπὲρ ἑαυτῶν μόνων εὔχεσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ὁμοπίστων ἁπάντων. Τοῦτο γὰρ ἐπήγαγεν· «Ὑπὲρ πάντων τῶν ἁγίων» Δείκνυσι δὲ καὶ τὴν οἰκείαν ταπεινοφροσύνην ὁμοῦ καὶ ἀπληστίαν. Κατὰ ταυτὸν γὰρ καὶ ταπεινοφρονεῖ, καὶ ἀπλήστως συλᾷ, καί φησι· ιθʹ. «Καὶ ὑπὲρ ἐμοῦ.» Ποῦ δὲ χρῄζεις εὐχῆς; «Ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου.» Ἵνα τί εἴπῃς; «Ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, (κʹ.) ὑπὲρ οὗ πρεσβεύω ἐν ἀλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.» Αἰτήσατε καὶ ἐμοὶ θάρσος, καὶ παῤῥησίαν, καὶ λόγου χορηγίαν, ἵνα κατὰ τὸν θεῖον νόμον πληρώσω τὸν δρόμον. Πάλιν δὲ τὴν ἄλυσιν ἔδειξε, παραθαῤῥύνων αὐτοὺς, καὶ διδάσκων, ὡς οὐ δεῖ ἀλύειν, ἢ ἐρυθριᾷν ἐν τοῖς ὑπὲρ τοῦ Δεσπότου παθήμασιν, ἀλλὰ σεμνύνεσθαι καὶ λαμπρύνεσθαι. καʹ, κβʹ. «Ἵνα δὲ καὶ ὑμεῖς εἰδῆτε τὰ κατ' ἐμὲ, τί πράσσω, πάνθ' ὑμῖν γνωρίσει Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.» Ἀσιανὸς ἦν ὁ Τυχικὸς, καὶ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ μακάριος Λουκᾶς ἐν ταῖς Πράξεσιν. Εἰρηκὼς γὰρ τοὺς ἀπὸ Θεσσαλονίκης καὶ Βεῤῥοίας ἀκολουθήσαντας, ἐπήγαγεν· «Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος. κγʹ. «Εἰρήνη τοῖς ἀδελφοῖς, καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Πρώτην τέθεικε τὴν εἰρήνην, προστέθεικε δὲ τὴν