# Interpretatio in xiv epistulas sancti Pauli 82.557

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.557

ἀγάπην, δεικνὺς ὅτι αὕτη ἐκείνην ἐργάζεται. Τὴν δέ γε πίστιν τῇ ἀγάπῃ συνέζευξε, κατὰ τὸν εὐαγγελικὸν νόμον παρεγγυῶν ἀγαπᾷν. Ἔδειξε δὲ τούτων χορηγὸν, οὐ μόνον τὸν Θεὸν καὶ Πατέρα, ἀλλὰ καὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, πρὸς δὲ τούτοις καὶ τὸ πανάγιον Πνεῦμα. Ἐπήγαγε γάρ· κδʹ. «Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν.» Οὐ γὰρ πᾶσιν ἁπλῶς χορηγεῖται ἡ χάρις, ἀλλὰ τοῖς ἀγαπῶσι τὸν Κύριον· καὶ οὐδὲ τούτοις ἁπλῶς· ἀλλὰ τοῖς πρὸς τὸ ἀγαπᾷν καὶ τοὺς ζωοποιοὺς αὐτοῦ φυλάττουσι νόμους. Τούτους καὶ ἡμεῖς φυλάξωμεν, καὶ τὴν περὶ αὐτὸν ἀγάπην πυρσεύσωμεν· ἵνα τῆς ἀποστολικῆς μεταλάχωμεν εὐλογίας, χάριτι αὐτοῦ τοῦ σεσωκότος ἡμᾶς Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Ἐφεσίους Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Ἀπὸ τῆς θείας χάριτος κυβερνώμενος ὁ θεῖος Ἀπόστολος ἀπὸ μὲν τῆς Τρωάδος εἰς Μακεδονίαν ἀφίκετο· πρώτοις δὲ Φιλιππησίοις τὸ θεῖον προσενήνοχεν Εὐαγγέλιον, ἐβεβαίωσε δὲ καὶ θαυματουργίαις τὸ κήρυγμα. Ἐκεῖ γὰρ καὶ τὸν ψευδόμαντιν ἔκ τινος κόρης ἐξήλασε δαίμονα· ἐκεῖ σὺν τῷ Σίλᾳ τὸ δεσμωτήριον οἰκήσας, καὶ πεδηθεὶς χεῖράς τε καὶ πόδας, καὶ πάννυχος διετέλεσε τὸν Θεὸν ἀνυμνῶν. Ὁ δέ γε ὑμνούμενος ἔσεισε μὲν τὸ δεσμωτήριον, ἔλυσε δὲ τὰ τῶν πεπεδημένων ἁπάντων δεσμά· διὰ δέ τινος λαμπροτάτου φωτὸς τὴν οἰκείαν ἐδήλωσεν ἐπιφάνειαν. Ταῦτα καὶ τὸν δεσμοφύλακα προσδραμεῖν τῇ σωτηρίᾳ κατήπειξεν· ἀπήλαυσε δὲ σὺν αὐτῷ καὶ πᾶς ὁ οἶκος τοῦ τῆς θεογνωσίας φωτός. Πρὸ δέ γε τούτων ἡ πορφυρόπωλις εἴσω τῆς τούτου σαγήνης ἐγένετο. Θερμοὶ τοίνυν οἱ Φιλιππήσιοι τῆς εὐσεβείας ἀπεφάνθησαν ἐρασταί. Τεκμήριον δὲ τῆς περὶ τὰ θεῖα προθυμίας αὐτῶν, τὸ μὴ μόνον παρόντα θεραπεῦσαι

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
