# Interpretatio in xiv epistulas sancti Pauli 82.560

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.560

τὸν θεῖον Ἀπόστολον, ἀλλὰ καὶ εἰς Θεσσαλονίκην, καὶ εἰς Κόρινθον πέμψαι χρήματα, εἰς τὴν τοῦ σώματος αὐτοῦ ἐπιμέλειαν. Ταυτὸ δὲ τοῦτο δεδράκασι καὶ ἡνίκα τὴν Ῥώμην κατέλαβε. Τὸν γὰρ μακάριον Ἐπαφρόδιτον, ὃς τῶν ψυχῶν αὐτῶν ἐπιστεύθη ἐπιμέλειαν, εἰς τὴν μεγίστην ἐκείνην ἀπέστειλαν πόλιν, οὐ δείσαντες τὸ θηριῶδες τοῦ Νέρωνος. Διὰ τούτου ταύτην γέγραφε τὴν Ἐπιστολὴν, καὶ τὴν τῆς ἀγάπης αὐτῶν ἀποδεχόμενος προθυμίαν, καὶ παραινῶν τὰ προσήκοντα. Μάλιστα δὲ αὐτοῖς παρεγγυᾷ φεύγειν τὴν ἐξαπάτην τῶν ἐξ Ἰουδαίων μὲν πεπιστευκότων, συνηγορεῖν δὲ πειρωμένων τῷ νόμῳ, καὶ διαφθείρειν ἐπιχειρούντων τὸ σωτήριον κήρυγμα. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ, βʹ. «Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ, τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Πᾶσι τὰ κατ' αὐτὸν ἐπιστέλλει, τοῖς τε τῆς ἱερωσύνης ἠξιωμένοις, καὶ τοῖς ἀπὸ τούτων ποιμαινομένοις. Ἁγίους γὰρ τοὺς τοῦ βαπτίσματος ἀξιωθέντας ὠνόμασεν· ἐπισκόπους δὲ τοὺς πρεσβυτέρους καλεῖ· ἀμφότερα γὰρ εἶχον κατ' ἐκεῖνον τὸν καιρὸν τὰ ὀνόματα. Καὶ τοῦτο ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία διδάσκει. Εἰρηκὼς γὰρ ὁ μακάριος Λουκᾶς, ὡς εἰς τὴν Μίλητον τοὺς Ἐφεσίων μετεπέμψατο πρεσβυτέρους ὁ θεῖος Ἀπόστολος, λέγει καὶ τὰ πρὸς αὐτοὺς εἰρημένα. «Προσέχετε γὰρ, φησὶν, ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ.» Καὶ τοὺς αὐτοὺς καὶ πρεσβυτέρους καὶ ἐπισκόπους ὠνόμασεν. Οὕτω καὶ ἐν τῇ πρὸς τὸν μακάριον Τίτον Ἐπιστολῇ· «Διὰ τοῦτο κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέριον, ὡς ἐγώ σοι διεταξάμην.» Καὶ εἰπὼν ὁποίους εἶναι χρὴ τοὺς χειροτονουμένους, ἐπήγαγε· «Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον.» Καὶ ἐνταῦθα δὲ δῆλον τοῦτο πεποίηκε. Τοῖς γὰρ ἐπισκόποις τοὺς διακόνους συνέζευξε, τῶν πρεσβυτέρων οὐ ποιησάμενος μνήμην· ἄλλως τε οὐδὲ οἷόν τε ἦν πολλοὺς ἐπισκόπους μίαν πόλιν ποιμαίνειν, ὡς εἶναι δῆλον ὅτι τοὺς μὲν πρεσβυτέρους ἐπισκόπους ὠνόμασε· τὸν δέ γε μακάριον Ἐπαφρόδιτον ἐν αὐτῇ τῇ Ἐπιστολῇ ἀπόστολον αὐτῶν κέκληκεν. «Ὑμῶν γὰρ, φησὶν, ἀπόστολον, καὶ συνεργὸν τῆς χρείας μου.» Σαφῶς τοίνυν ἐδίδαξεν, ὡς τὴν ἐπισκοπικὴν οἰκονομίαν αὐτὸς ἐπεπίστευτο ἔχων ἀποστόλου προσηγορίαν. γʹ—εʹ. «Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, πάντοτε ἐπὶ πάσῃ μου τῇ δεήσει ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ Εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν.» Διηνεκῶς ὑμῶν μεμνημένος θυμηδίας ἁπάσης ἐμπίπλαμαι· ὑμνῶ δὲ καὶ τὸν τῶν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
