# Interpretatio in xiv epistulas sancti Pauli 82.561

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.561

ὅλων Θεὸν, ὅτι καὶ προθύμως ἐδέξασθε τοῦ Εὐαγγελίου τὸ κήρυγμα, καὶ μέχρι καὶ τήμερον ἀσάλευτοι μεμενήκατε. Κοινωνίαν δὲ τοῦ Εὐαγγελίου τὴν πίστιν ἐκάλεσε. ϛʹ. «Πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ.» Πιστεύω δὲ, ὡς ὁ ταύτην ὑμῖν δωρησάμενος τὴν ἀγαθὴν προθυμίαν, ἄσυλον διατηρήσει αὐτὴν, μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας. ζʹ. «Καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου, συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.» Τοῦτο δὲ ὑμῖν ὀφείλω τὸ χρέος, ἐπειδήπερ ὑμῶν καὶ φυτουργὸς ἐγενόμην. Τούτου χάριν καὶ ἄσβεστον ὑμῶν περιφέρω τὴν μνήμην, καὶ καθειργμένος, καὶ δεδεμένος, καὶ τὴν ὑπὲρ τοῦ κηρύγματος ἀπολογίαν ποιούμενος. Βεβαίωσιν δὲ τοῦ Εὐαγγελίου τὰ παθήματα προσηγόρευσεν. Οἱ γὰρ ἐξαπατᾷν ἐπιχειροῦντες, πρὸς τοὺς καιροὺς μεταβάλλονται, καὶ μέχρι θανάτου τῷ ψεύδει συνηγορεῖν οὐκ ἀνέχονται. Ὁ δέ γε μυρίους ὑπὲρ τοῦ κηρύγματος ὑπομένων κινδύνους, καὶ τοῖς αὐτοῖς ἐπιμένων, δῆλός ἐστιν ἀληθῆ πρεσβεύων, καὶ τὴν διδασκαλίαν βεβαιοῖ τοῖς παθήμασιν. Ἐπῄνεσε δὲ αὐτοὺς κομιδῇ, κοινωνοὺς καλέσας χάριτος. Χάριν δὲ κέκληκε τὰ παθήματα. Τοῦτο γὰρ καὶ ἐν τοῖς ἑξῆς διδάσκει· «Ὅτι ὑμῖν ἐχαρίσθη οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. ηʹ. «Μάρτυς γάρ μου ἐστὶν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ.» Οὐκ ἀνθρώπινον τὸ φίλτρον, ἀλλὰ πνευματικόν. Σπλάγχνα γὰρ Ἰησοῦ Χριστοῦ τὴν πνευματικὴν φιλοστοργίαν ἐκάλεσε. θʹ, ιʹ. «Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα.» Εὔχομαι δὲ καὶ τὴν ἀγάπην ὑμῶν ἐπίδοσιν λαμβάνειν ἀεὶ, καὶ γνώσεως ὑμᾶς ἐμφορεῖσθαι, καὶ διακρίσεως, ὥστε εἰδέναι τίνα μὲν καλὰ, τίνα δὲ κρείττονα, τίνα δὲ παντάπασι τὰ διαφορὰν πρὸς ἄλληλα ἔχοντα. Καὶ ἐνταῦθα δὲ τοὺς ἀπατεῶνας ἐκείνους ᾐνίξατο, καὶ διὰ τῆς εὐχῆς τὸ πρακτέον αὐτοὺς διδάσκει, ὥστε γινώσκειν τίς μὲν ἀληθὴς διδασκαλία, τίς δὲ τῆς ἀληθείας ἐστερημένη. «Ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, (ιαʹ.) πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.» Τούτων γὰρ ἀπολαύοντες τῶν χαρισμάτων, ἀκραιφνῆ μὲν τὴν πίστιν φυλάξετε, τὸν τῆς δικαιοσύνης καρπὸν προσφέροντες τῷ Θεῷ, καὶ παρασκευάζοντες αὐτὸν παρὰ πάντων ὑμνεῖσθαι. Τοῦτο γὰρ εἶπεν, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Διηγεῖται δὲ εἰς ὠφέλειαν αὐτῶν καὶ τὰ ἐν τῇ Ῥώμῃ γεγενημένα. ιβʹ, ιγʹ. «Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χρι-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
