# Interpretatio in xiv epistulas sancti Pauli 82.564

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.564

στῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσιν.» Ἐπειδὴ λίαν μεριμνῶντες τὸν μακάριον ἀπέστειλαν Ἐπαφρόδιτον, ψυχαγωγεῖ αὐτοὺς, διδάσκων ὡς τὰ περιτιθέντα αὐτῷ δεσμὰ πολλοῖς ἐγένετο πρόξενα σωτηρίας. Προκοπὴν γὰρ τοῦ Εὐαγγελίου τὸ πλῆθος τῶν πιστευόντων ἐκάλεσε. Δήλη δὲ, φησὶ, καὶ ἡ τούτων αἰτία γεγένηται πᾶσι τοῖς εἰς τὰ βασίλεια· τὰ βασίλεια γὰρ πραιτώριον προσηγόρευσεν. Εἰκὸς δὲ ὅτι καὶ οὕτως κατ' ἐκεῖνον ὠνομάζετο τὸν καιρόν. Ἀρχὴν γὰρ εἶχεν ἡ Ῥωμαϊκὴ δυναστεία. ιδʹ. «Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν.» Πολλοῖς δὲ τῶν ἀδελφῶν καὶ θάρσος ἐκ τῶν ἐμῶν δεσμῶν ἐνεγένετο. Ὁρῶντες γάρ με σὺν ἡδονῇ τὰ δυσχερῆ φέροντα, ἀδεῶς τὸ θεῖον κηρύττουσιν Εὐαγγέλιον. ιεʹ. «Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύττουσιν.» Ἀλλ' οὐ πάντων εἷς ὑπάρχει σκοπός. Οἱ μὲν γὰρ τοῦτο δρῶσιν ὡς θερμῶς περὶ τὴν εὐσέβειαν διακείμενοι· οἱ δὲ δι' ἣν ἔχουσι περὶ ἐμὲ δυσμένειαν, αὔξειν ταύτῃ τοὺς ἐμοὺς μηχανῶνται κινδύνους. Τοῦτο γὰρ ἐν τοῖς ἑξῆς διδάσκει. ιϛʹ. «Οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου.» Ἐπειδὴ γὰρ ἑώρων τοὺς τῇ δυσσεβείᾳ δουλεύοντας κομιδῇ δυσχεραίνοντας τοῦ Εὐαγγελίου τὸν δρόμον, καὶ τούτων τὸν θεσπέσιον Παῦλον ὑπολαμβάνοντες αἴτιον· τινὲς τὸν ἐκείνων θυμὸν παραθήγοντες, ἀναίδην κατὰ τὴν ἀγορὰν περιιόντες ἐκήρυττον τὸν Χριστὸν, οὐ τῆς τῶν ἀκουόντων προμηθούμενοι σωτηρίας, ἀλλὰ κινδύνους τῷ Ἀποστόλῳ τυρεύοντες. ιζʹ. «Οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι.» Ἄλλοι δὲ, φησὶν, εἰλικρινῶς κηρύττουσι, τοῖς ἐμοῖς θαῤῥοῦντες δεσμοῖς, σαφῶς ἐπιστάμενοι ὡς ὁ Δεσπότης με Θεὸς κήρυκα τοῦ Εὐαγγελίου κεχειροτόνηκε. ιηʹ. «Τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται.» Καὶ ἄκοντες, φησὶν, οἱ τῆς ἀληθείας ἐχθροὶ τῇ ἀληθείᾳ συμπράττουσι. Τοῦτό τινες τῶν ἀνοήτων καὶ περὶ τῶν αἱρέσεων ὑπειλήφασιν εἰρῆσθαι. Καίτοι συνιδεῖν αὐτοὺς ἔδει, ὡς οὐ προστακτικῶς, ἀλλ' ἀφηγηματικῶς τοῦτο τέθεικεν ὁ θεῖος Ἀπόστολος. Οὐ γὰρ εἶπε, καταγγελλέσθω, ἀλλὰ, καταγγέλλεται· καὶ ἐκείνων μὲν κατηγόρησεν οὐχ ὡς φαῦλα διδασκόντων, ἀλλ' ὡς καλὰ μὲν, οὐ καλῶς δέ· οὐδὲ σκοπῷ εὐσεβείας χρησαμένων, ἀλλ' ἄκρας δυσμενείας. Ὅτι δὲ τῶν αἱρετικῶν ἄντικρυς κατηγορεῖ, ῥᾴδιον τῷ βουλομένῳ καταμαθεῖν. Ποτὲ μὲν γὰρ Φύγελλον καὶ Ἑρμογένην, ποτὲ δὲ Ὑμέναιον στηλιτεύει, καὶ Φιλητὸν, καὶ αἱ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
