# Interpretatio in xiv epistulas sancti Pauli 82.565

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.565

ρετικὸν ἄνθρωπον μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν παραιτεῖσθαι κελεύει. Ἀλλ' ἡμεῖς ἐπὶ τὴν ἑρμηνείαν βαδίσωμεν. «Καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. (ιθʹ, κʹ.) Οἶδα γὰρ ὅτι τοῦτο ἀποβήσεταί μοι εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. Κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι.» Ἐγὼ δὲ, φησὶν, εὐφραίνομαι, καὶ ὑπὸ τῶν ἐναντίων μαρτυρουμένην ὁρῶν τὴν ἀλήθειαν. Καὶ γὰρ οἱ ἐντεῦθεν φυόμενοι κίνδυνοι, ἐμοὶ προξενοῦσι τὴν σωτηρίαν καὶ ὑμῶν δηλονότι ταῖς εὐχαῖς συνεργούντων, καὶ τοῦ θείου μοι Πνεύματος χορηγοῦντος τὴν χάριν. Ταύτῃ γὰρ πεποιθὼς, οἶδα ὡς κρείττων ἔσομαι τῶν δυσχερῶν. Τοῦτο γὰρ λέγει, Οὐκ αἰσχυνθήσομαι. Πνεῦμα δὲ Ἰησοῦ τὴν χάριν τοῦ Πνεύματος προσηγόρευσεν, ἐπειδὴ αὐτὸς ταύτην αὐτοῖς ἐχορήγησε. Κατὰ γὰρ τὸν θεσπέσιον Ἰωάννην, «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» —»Ἀλλ' ἐν πάσῃ παῤῥησίᾳ, ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς, εἴτε διὰ θανάτου.» Τὸ μεγαλυνθήσεται εἴρηκεν, ἀντὶ τοῦ δειχθήσεται ὅς ἐστι, δῆλον αὐτοῦ τὸ τῆς δυνάμεως γενήσεται μέγεθος. Λέγει δὲ, ὅτι Κἂν διαφύγω τοῦ θανάτου τὸν κίνδυνον, καὶ ὑπομείνω τὸν θάνατον, ὁμοίως τὸ δυνατὸν δειχθήσεται τοῦ Δεσπότου Χριστοῦ· ἐὰν μὲν γὰρ κρείττων γένωμαι τῶν κινδύνων, θαυμάσουσιν ἅπαντες τὸν ἐκ τοιούτων με καὶ τηλικούτων ἀρκύων ἁρπάσαντα. Εἰ δὲ καὶ ἀναιρεθείην, ἐκπλαγήσονται τοῦ κηρύγματος τὴν ἰσχὺν, ὅτι καὶ θανάτου καταφρονεῖν παρασκευάζει τοὺς κήρυκας. καʹ. «Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.» Ὀνησιφόρα μοι ἀμφότερα, καὶ ἡ ζωὴ, καὶ ὁ θάνατος. Καὶ τὴν ζωὴν γὰρ τοῖς τοῦ Χριστοῦ νόμοις διακοσμῶ, καὶ τὸν θάνατον δι' αὐτὸν αἱροῦμαι μεθ' ἡδονῆς. κβʹ—κδʹ. «Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω. Συνέχομαι γὰρ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς.» Καὶ τῆς ζωῆς ἐπιθυμίαν ἔχω διὰ τὸ συμφέρειν ὑμῖν· καὶ τοῦ θανάτου, διὰ τὸ συνεῖναι τῷ Χριστῷ. Δύσκριτον οὖν ἔχω τὴν αἵρεσιν, ἐπειδὴ καὶ τὸ ζωῆς οἶδα κέρδος, καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς τὴν ἄῤῥητον ἡδονήν. Θαυμάσαι δὲ ἄξιον τὸν θεῖον Ἀπόστολον, ὅτι τὴν μετὰ πόνων καὶ κινδύνων προῃρεῖτο ζωὴν τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας.» κεʹ, κϛʹ. «Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν, καὶ χαρὰν τῆς πίστεως. Ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.» Οἶδα ὡς τὸν προκείμενον διαφεύξομαι κίνδυνον, ὥστε ὑμᾶς καὶ ὠφελείας

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
