# Interpretatio in xiv epistulas sancti Pauli 82.568

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.568

πάλιν ἐμπλησθῆναι καὶ θυμηδίας· ἅτε δὴ τοῦ ποθουμένου τετυχηκότας. Καὶ τέλος ἡ πρόῤῥησις ἔλαβε· διέφυγε γὰρ τὸ πρῶτον τοῦ Νέρωνος τὸν θυμὸν, καὶ τοῦτο ἐν τοῖς πρὸς τὸν μακάριον Τιμόθεον δεδήλωκε γράμμασι. Λέγει δὲ οὕτως· «Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. Ὁ δὲ Κύριός μου παρέστηκε, καὶ ἐνεδυνάμωσέ με, καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος. Καὶ ἡ τῶν Πράξεων δὲ ἡμᾶς ἐδίδαξεν ἱστορία, ὡς δύο ἔτη τὸ πρῶτον ἐν τῇ Ῥώμῃ διήγαγε καθ' ἑαυτὸν οἰκῶν ἐν ἰδίῳ μισθώματι. Ἐκεῖθεν δὲ εἰς τὰς Σπανίας ἀπελθὼν, καὶ τὸ θεῖον κἀκείνοις προσενεγκὼν Εὐαγγέλιον, ἐπανῆλθε, καὶ τότε τὴν κεφαλὴν ἀπετμήθη. Οὕτω τὰ καθ' ἑαυτὸν διηγησάμενος, εἰς παραίνεσιν μεταφέρει τὸν λόγον. κζʹ, κηʹ. «Μόνον ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα, εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου, καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας.» Παρακαλῶ τοίνυν ὑμᾶς ἁρμόδιον τῷ Εὐαγγελίῳ βίον ἀσπάσασθαι, ἵνα κἂν ἀφίκωμαι πρὸς ὑμᾶς, κἂν ἑτέρωθί που διάγω, ταῖς ὑμετέραις εὐφημίαις εὐφραίνωμαι. Ποιεῖ δέ μοι ταύτην τὴν εὐφροσύνην ἡ ὑμετέρα συμφωνία, καὶ ἡ ἐν τοῖς θείοις ὁμόνοια, καὶ ὁ κοινὸς ὑμῶν ὑπὲρ ἀληθείας ἀγὼν, καὶ τὸ μηδόλως ὑπὸ τῶν ἐναντίων ταράττεσθαι. Τοῦτο γὰρ ἐκείνοις μὲν ὄλεθρον, ὑμῖν δὲ προξενεῖ σωτηρίαν. Εἰδέναι μέντοι χρὴ, ὡς οὐχ ἁπλῶς ταῦτα γέγραφεν, ἀλλὰ μαθὼν ὡς τῆς ἀρετῆς τὸ μέγεθος ὄγκον τισὶ φρονήματος ἐνειργάσατο. Οὗ δὴ χάριν τὴν περὶ ὁμονοίας αὐτοῖς καὶ συμφωνίας προσήγαγε συμβουλήν. Πρὸς δὲ τοῦτο κἀκεῖνο χρὴ συνιδεῖν, ὡς οὐκ ἀορίστως αὐτοῖς τὴν οἰκείαν ὑπέσχετο παρουσίαν, ἀλλὰ διορισμόν τινα τῇ ἐπαγγελίᾳ συνέζευξεν. Οὕτω γὰρ ἔφη· Ἵνα, εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούσω τὰ περὶ ὑμῶν. «Καὶ τοῦτο ἀπὸ Θεοῦ. (κθʹ, λ.) Ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ, καὶ νῦν ἀκούετε ἐν ἐμοί.» Δῶρα Θεοῦ κέκληκε καὶ τὸ πιστεῦσαι, καὶ τὸ λαμπρῶς ἀγωνίσασθαι, οὐ τὸ αὐθαίρετον τῆς γνώμης ἐκβάλλων, ἀλλὰ διδάσκων ὡς αὐτὴ καθ' ἑαυτὴν ἡ γνώμη, γεγυμνωμένη τῆς χάριτος, οὐδὲν δύναται κατορθῶσαι τῶν ἀγαθῶν. Ἀμφοτέρων γὰρ χρεία, καὶ τῆς ἡμετέρας προθυμίας, καὶ τῆς θείας ἐπικουρίας. Οὔτε γὰρ τοῖς τὴν προθυμίαν οὐκ ἔχουσιν ἐπαρκεῖ τοῦ Πνεύματος ἡ χάρις, οὔτ' αὖ πάλιν ἡ προθυμία ταύτης ἐστερημένη τῆς ἀρετῆς δύναται συναθροῖσαι τὸν πλοῦτον.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
