# Interpretatio in xiv epistulas sancti Pauli 82.569

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.569

ΚΕΦΑΛ. Βʹ. αʹ. «Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τις παραμυθία ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοὶ, πληρώσατέ μου τὴν χαράν.» Πατρικῆς φιλοστοργίας τὰ ῥήματα. Εἴ τινα γὰρ ἐμοὶ παράκλησιν, φησὶ, προσενεγκεῖν βούλεσθε, εἴ τινα ἀγάπης παραμυθίαν. καὶ ψυχαγωγίαν, διὰ τούτου παράσχετε. Λέγει δὲ καὶ ἅπερ αἰτεῖ. «Ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες. (γʹ, δʹ.) Μηδὲν κατ' ἐρίθειαν, ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.» Διὰ πάντων αὐτοὺς τὸ μέτριον ἐξεπαίδευσε φρόνημα. Ὁ γὰρ τοῦτο κεκτημένος ταῖς τῆς κενῆς δόξης οὐχ ἁλίσκεται πάγαις, οὐχ ἡγεῖται ἑαυτὸν ὑπερέχειν ἑτέρου, τὸ τῆς ἔριδος οὐ προσίεται πάθος. Ἐπειδὴ τοίνυν, ὡς ἔφην, ὑπὸ τῶν τῆς ἀρετῆς κατορθωμάτων τινὲς ἐπήρθησαν εἰς φρονήματος ὄγκον, πρόσφορον αὐτοῖς θεραπείαν προσφέρει· εἶτα ὑποδείκνυσι καὶ τὸ μέγιστον τῆς ταπεινοφροσύνης παράδειγμα. εʹ. «Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ.» Μιμήσασθε τὸν τῶν ἁπάντων Δεσπότην. ϛʹ, ζʹ. «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Θεὸς γὰρ ὢν, καὶ φύσει Θεὸς, καὶ τὴν πρὸς τὸν Πατέρα ἰσότητα ἔχων, οὐ μέγα τοῦτο ὑπέλαβε. Τοῦτο γὰρ ἴδιον τῶν παρ' ἀξίαν τιμῆς τινος τετυχηκότων. Ἀλλὰ τὴν ἀξίαν κατακρύψας, τὴν ἄκραν ταπεινοφροσύνην εἵλετο, καὶ τὴν ἀνθρωπείαν ὑπέδυ μορφήν. «Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» Περὶ τοῦ Θεοῦ Λόγου ταῦτά φησιν, ὅτι Θεὸς ὢν οὐχ ἑωρᾶτο Θεὸς, τὴν ἀνθρωπείαν περικείμενος φύσιν. Αὐτῷ γὰρ τοίνυν ἁρμόττει τὸ, ὡς ἄνθρωπος. Ἡ γὰρ ἀναληφθεῖσα φύσις ἀληθῶς τοῦτο ἦν. Αὐτὸς δὲ τοῦτο μὲν οὐκ ἦν· τοῦτο δὲ περιέκειτο. ηʹ. «Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Οὐ γὰρ ὡς δοῦλος δεσποτικὸν πεπλήρωκε πρόσταγμα, ἀλλ' ἑκὼν τὴν ὑπὲρ ἡμῶν ἀνεδέξατο σωτηρίαν, καὶ ὑπήκουσεν ὡς υἱὸς, οὐχ ὡς δοῦλος. θʹ. «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Δῆλον καὶ τοῖς ἄγαν ἀνοήτοις, ὡς ἡ θεία φύσις ἀνενδεὴς, καὶ ἐνανθρωπήσας, οὐ ταπεινὸς ὢν ὑψώθη, ἀλλὰ καὶ ὕψιστος ὢν ἑαυτὸν ἐταπείνωσεν. Οὐ τοίνυν ἔλαβεν ἃ μὴ πρότερον εἶχεν, ἀλλ' ἔλαβεν ὡς ἄνθρωπος, ἅπερ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
