Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.572
Not analysed yet
εἶχεν ὡς Θεός. Τὸ δὲ, ὄνομα, τινὲς δόξαν ἡρμήνευσαν· ἐγὼ δὲ ἐκ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς ἑτέραν εὑρίσκω τοῦ ἀποστολικοῦ ῥητοῦ διάνοιαν. Εἰρηκὼς γὰρ, ὅτι «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ καὶ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα,» ἑρμηνεύει τοῦ ὀνόματος τὴν διάνοιαν, καί φησιν· «Τίνι γάρ ποτε τῶν ἀγγέλων εἶπεν· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; «Καὶ ἐνταῦθα τοίνυν τοῦτο λέγει, ὅτι ἑαυτὸν ταπεινώσας, οὐ μόνον οὐκ ἀπώλεσεν ὅπερ εἶχεν ὡς Θεὸς, ἀλλὰ καὶ ὡς ἄνθρωπος τοῦτο προσέλαβεν. ιʹ. «Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.» Ἐπουρανίους καλεῖ τὰς ἀοράτους δυνάμεις, ἐπιγείους δὲ τοὺς ἔτι ζῶντας ἀνθρώπους, καὶ καταχθονίους τοὺς τεθνεῶτας. ιαʹ. «Καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Πᾶσα γλῶσσα, ἀντὶ τοῦ, πάντα τὰ ἔθνη. Εἰ δὲ τὸ ὁμολογεῖν Χριστὸν τὸν Κύριον τὸν Πατέρα δοξάζει, εὔδηλον ὡς οἱ κτίσμα τοῦτον καὶ δοῦλον ἀποκαλοῦντες ἀδοξίαν τῷ γεγεννηκότι προστρίβουσι. Πᾶσαν μέντοι αἵρεσιν διὰ τῶν ὀλίγων τούτων κατηγωνίσατο ῥημάτων ὁ θεῖος Ἀπόστολος, καὶ τοὺς τὴν θεότητα τοῦ Μονογενοῦς βλασφημοῦντας, καὶ τοὺς ἀρνουμένους τὴν ἀνθρωπότητα, καὶ πρὸς τούτοις τοὺς τὰς ὑποστάσεις συγχέοντας· καὶ Σαβέλλιον μὲν, καὶ Φωτεινὸν, καὶ Μάρκελλον, καὶ τὸν Σαμοσατέα Παῦλον δυσσεβοῦντας ἐλέγχει, τῶν προσώπων ὑποδεικνὺς τὴν δυάδα. Ἔφη γὰρ, Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ ἐπήγαγεν, Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Οὐδεὶς δὲ ἴσος ἑαυτῷ λέγεται. Καὶ Ἄρειον δὲ καὶ Εὐνόμιον διὰ τούτων αὐτῶν τῶν ῥητῶν ἔδειξε βλασφημοῦντας. Οὐ γὰρ εἶπεν, Ἐν μορφῇ Θεοῦ γενόμενος, ἀλλ', Ἐν μορφῇ Θεοῦ ὑπάρχων· καὶ ἐπήγαγεν· Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τῶν γὰρ τὰ ἀλλότρια ἁρπαζόντων ἴδιον τὸ μέγα φρονεῖν ἐφ' οἷς ἔχουσιν. Ὁ δὲ Θεὸς Λόγος φύσει Θεός· ἐν μορφῇ γὰρ Θεοῦ ὑπῆρχε, καὶ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· φύσει γὰρ εἶχε τὴν ἰσότητα ταύτην. Εἰ δὲ τὴν μορφὴν τοῦ Θεοῦ οὐ λέγουσιν οὐσίαν εἶναι Θεοῦ, ἐρωτάσθωσαν τί νοοῦσι τὴν τοῦ δούλου μορφήν. Οὐ γὰρ δήπου Μαρκίωνι, καὶ Βαλεντίνῳ, καὶ Μάνεντι παραπλησίως ἀρνοῦνται τῆς σαρκὸς τὴν ἀνάληψιν. Εἰ τοίνυν ἡ μορφὴ τοῦ δούλου οὐσία δούλου, οὐσία ἄρα τοῦ Θεοῦ καὶ ἡ μορφὴ τοῦ Θεοῦ. Οὕτως ἐρωτήσωμεν καὶ τοὺς τὴν φαντασίαν εἰσάγοντας· Ἡ μορφὴ τοῦ Θεοῦ οὐσία τοῦ Θεοῦ; Πάντως ὅτι συνομολογήσουσιν· οὐ γὰρ ἀρνοῦνται τὸ εἶναι Θεὸν τὸν Δεσπότην Χριστόν. Συλ-