# Interpretatio in xiv epistulas sancti Pauli 82.573

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.573

λογισώμεθα τοίνυν. Εἰ τοίνυν ἡ μορφὴ τοῦ Θεοῦ οὐσία Θεοῦ, οὐσία ἄρα δούλου ἡ τοῦ δούλου μορφή· καὶ εὑρεθήσονται οἱ τἀναντία φρονοῦντες, δι' ὧν ὁμολογήσουσι βεβαιοῦντες ἅπερ ὁμολογεῖν οὐκ ἐθέλουσι. Πρὸς δὲ τούτοις κἀκεῖνο συνείδομεν, ὅτι ταπεινοφροσύνην διδάσκων ὁ θεῖος Ἀπόστολος τέθεικε τοῦ Χριστοῦ τὸ παράδειγμα· Τῇ ταπεινοφροσύνῃ γὰρ, φησὶν, ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Εἰ δὲ οὐκ ἴσος ἦν, ἀλλ' ἐλάττων τοῦ Πατρὸς ὁ Υἱὸς, οὐ ταπεινοφρονῶν ὑπήκουσεν, ἀλλὰ τάξιν ἐπλήρωσεν. Ἀλλὰ περὶ τούτων καὶ ἐν ἑτέροις πλείστους διεξήλθομεν λόγους. Ἐπὶ τὰ συνεχῆ τοίνυν τῆς ἑρμηνείας βαδίσωμεν. ιβʹ. «Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.» Εἰς τοῦτο, φησὶν, ἀφορῶντες τὸ παράδειγμα, πλείονα σπουδὴν παρὰ τὴν ἐμὴν ἀπουσίαν ὑπὲρ τῆς οἰκείας εἰσενέγκατε σωτηρίας. Τοῦτο γὰρ ὑμῶν τὸν ἀγαθὸν ἐγύμνωσε σκοπὸν, ὅτι οὐ πρὸς τὸν διδάσκαλον χάριτι, ἀλλὰ τῇ περὶ τὰ καλὰ προθυμίᾳ τὸν ἀξιέπαινον ἀναδέχεσθε πόνον. ιγʹ. «Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.» Οὐκ ἐπειδὴ καὶ ἄκοντας βιάζεται, ἀλλ' ὅτι προθυμίαν εὑρίσκων αὔξει ταύτην διὰ τῆς χάριτος. Εὐδοκίαν δὲ τὸ ἀγαθὸν τοῦ Θεοῦ προσηγόρευσε θέλημα· θέλει δὲ πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. ιδʹ. «Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν.» Προθύμως φέρετε τὸν ὑπὲρ τῆς ἀρετῆς πόνον, τοὺς ὑπὲρ τοῦ Εὐαγγελίου κινδύνους, μὴ δυσχεραίνοντες τὰ προσπίπτοντα λυπηρὰ, μηδὲ διαφόροις χρώμενοι λογισμοῖς· ἑαυτοῖς γὰρ τὸν πλοῦτον ἀθροίζετε· οὐδεὶς δὲ κέρδη συλλέγων μέγιστα ἀσχάλλει καὶ τονθορύζει. Δείκνυσι δὲ καὶ τοῦ πόνου τὸ κέρδος. ιεʹ. «Ἵνα γένησθε ἄμεμπτοι, καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης.» Οὕτω καὶ ὁ Κύριος προσέταξεν ἀκεραίους εἶναι ὡς τὰς περιστεράς. «Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ. (ιϛ.) Λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ.» Οὐ λυμανοῦνται, φησὶν, ὑμῖν οἱ πολεμοῦντες. Δίκην γὰρ φωστήρων ἐν τῷ κόσμῳ λάμψετε, καὶ ἐμοὶ παρέξετε τὸ ἐφ' ὑμῖν σεμνύνεσθαι ἐν τῇ τοῦ Σωτῆρος ἐπιφανείᾳ. Τὸ δὲ, Λόγον ζωῆς ἐπέχοντες, ἀντὶ τοῦ, Τῷ λόγῳ προσέχοντες τῆς ζωῆς. Οὕτω γὰρ καὶ Τιμοθέῳ γράφων ἔφη· «Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ,» ἀντὶ τοῦ, Πρόσεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. Λόγον δὲ ζωῆς τὸ κήρυ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
