Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.576
Not analysed yet
γμα κέκληκεν, ἐπειδὴ τὴν αἰώνιον προξενεῖ ζωήν. «Ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα.» Αὐχῶ δὲ καὶ μεγαλοφρονῶ, ὅτι οὐ μάτην τὴν ὑπὲρ ὑμῶν ἀνεδεξάμην σπουδήν. ιζʹ, ιηʹ. «Ἀλλ' εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.» Τὸ, ὑμῶν, ἀντὶ τοῦ, πάντων τῶν δι' αὐτοῦ πεπιστευκότων, τέθεικεν. Ὑπὲρ γὰρ τῆς ὑμετέρας πίστεως καθάπερ θυσία τῷ Θεῷ προσφερόμενος εὐφραίνομαί τε καὶ ἥδομαι. Προσήκει δὲ καὶ ὑμᾶς κοινωνεῖν μοι τῆς εὐφροσύνης. Ταῦτα δὲ λέγει ψυχαγωγῶν αὐτοὺς, καὶ διδάσκων τοῦ μαρτυρίου τὸ μέγεθος, ὅτι σπονδῆς τινος καὶ θυσίας τάξιν ἐπέχει. ιθʹ—κβʹ. «Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ. Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον.» Ἀληθεῖς μὲν τοῦ μακαρίου Τιμοθέου αἱ εὐφημίαι· ὁ δὲ θεῖος Ἀπόστολος ταύταις ἐχρήσατο νῦν, καὶ τὴν οἰκείαν περὶ αὐτοὺς ἐπιδεικνὺς διάθεσιν, ὅτι ὃν μόνον ἔχει ψυχαγωγοῦντα, τοῦτον διὰ τὴν αὐτῶν ἀπέστειλεν ὠφέλειαν· καὶ αὐτοὺς προτρέπων, ὡς ἀληθείας κήρυκα μετὰ πάσης δέξασθαι θεραπείας. κγʹ, κδʹ. «Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ, ἐξαυτῆς. Πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.» Οὐδὲ ἐνταῦθα τὴν οἰκείαν παρουσίαν ἀποφαντικῶς ἐπηγγείλατο, ἀλλὰ τῆς θείας αὐτὴν ἐξήρτησε προμηθείας. Δῆλος δέ ἐστι μηδέπω παντελῶς τὸν πρότερον διαφυγὼν κίνδυνον. Τοῦτο αἰνίττεται εἰρηκώς· Ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς· τουτέστιν, ἐὰν τέλεον λάβῃ λύσιν τὰ δυσχερῆ. κεʹ. «Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν, καὶ συνεργὸν, καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς.» Πολλὰ καὶ τούτου κατορθώματα διεξῆλθεν, οὐκ ἀδελφὸν μόνον, ἀλλὰ καὶ συνεργὸν, καὶ συστρατιώτην ἀποκαλέσας. Ἀπόστολον δὲ αὐτὸν κέκληκεν αὐτῶν, ὡς τὴν ἐπιμέλειαν αὐτῶν ἐμπεπιστευμένον. Ὡς εἶναι δῆλον ὅτι ὑπὸ τοῦτον ἐτέλουν οἱ ἐν τῷ προοιμίῳ κληθέντες ἐπίσκοποι, τοῦ πρεσβυτέρου δηλονότι τὴν τάξιν πληροῦντες· λειτουργὸν δὲ αὐτὸν εἴρηκε τῆς χρείας, ὡς τὰ παρ' αὐτῶν ἀποσταλέντα κομίσαντα χρήματα. Αἰνίττεται δὲ καὶ ὅτι ταύτην τὴν θεραπείαν ὀφείλουσι, καθάπερ οἱ λειτουργοῦντες τὰς εἰσφοράς. κϛʹ, κζʹ. «Ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε.