# Interpretatio in xiv epistulas sancti Pauli 82.577

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.577

γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ.» Ὑπὲρ τῆς γεγενημένης ἀπολογεῖται βραδυτῆτος, καὶ τῆς ἐπισκηψάσης νόσου τὸ μέγεθος δείκνυσι, καὶ τὴν περὶ αὐτοὺς διάθεσιν τοῦ Ἐπαφροδίτου δηλοῖ· φήσας αὐτὸν διά τε τὴν βραδυτῆτα ἠθυμηκέναι, καὶ διὰ τὴν αὐτῶν φροντίδα, ἣν ἡ νόσος εἰργάζετο. Τὸ δὲ, ἠλέησεν αὐτὸν, δηλοῖ καὶ τὴν τοῦ Ἐπαφροδίτου περὶ τοὺς ἀγῶνας σπουδήν. Οὐ γὰρ ἤθελε τῆς ὀδυνηρᾶς ἀπαλλαγῆναι ζωῆς, τὸ ἐκ ταύτης φυόμενον ἐπιστάμενος κέρδος. Ἐμὲ δὲ, φησὶν, ἠλέησεν, μὴ γυμνώσας με τοῦ συνεργοῦ. κηʹ—λʹ. «Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε. Ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.» Μέγιστον ᾐνίξατο κίνδυνον διὰ τοῦ, παραβουλευσάμενος τῇ ψυχῇ. Καθειργόμενον γὰρ πάντως μαθὼν, καὶ ὑπὸ πλείστων φυλαττόμενον, εἰσελθὼν ἐθεάσατο, τοῦ κινδύνου καταφρονήσας. Ἐξέτισε δὲ, φησὶν, ὑπὲρ ἁπάντων ὑμῶν τὸ χρέος. Ὃ γὰρ πάντες ὀφείλετε μόνος πεποίηκεν. Ἐντεῦθεν εἰς τὴν κατηγορίαν τῶν τὰ περιττὰ τοῦ νόμου φυλάττειν παρεγγυώντων μεταφέρει τὸν λόγον. ΚΕΦΑΛ. Γʹ. αʹ. «Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ.» Πάσης θυμηδίας πνευματικῆς ἐμφορεῖσθε. «Τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.» Οὐκ ἄλλην αὐτοῖς Ἐπιστολὴν γέγραφεν, ἀλλ' ἐν ταύτη πολλὰς αὐτοῖς προσήνεγκεν εἰσηγήσεις. βʹ. «Βλέπετε τοὺς κύνας.» Ἴδιον τῶν κυνῶν ἡ ἀναίδεια. Ἐπειδὴ τοίνυν πολλάκις διελεγχθέντες οὗτοι, ὡς κακῶς τὸ κήρυγμα διαφθείροντες, ἐπέμενον τῇ μοχθηρίᾳ τῆς γνώμης, εἰκότως αὐτοὺς προσηγόρευσε κύνας. Ἀλλὰ τοῦτο πάλαι τῶν ἐθνῶν ἦν τὸ ὄνομα. «Οὐκ ἔστι γὰρ, φησὶν ὁ Κύριος, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις.» Ἀλλὰ μετέβη μετὰ τῶν πραγμάτων καὶ τὰ ὀνόματα· καὶ τὰ μὲν ἔθνη υἱοὶ, Ἰουδαῖοι δὲ προσαγορεύονται κύνες. «Βλέπετε τοὺς κακοὺς ἐργάτας.» Οὐ γὰρ οἰκοδομοῦσιν, ἀλλὰ τὴν οἰκοδομίαν κατασκάπτειν ἐπιχειροῦσι. «Βλέπετε τὴν κατατομήν.» Τὴν γὰρ περιτομὴν κηρύττοντες, καὶ τέμνειν πειρῶνται τῆς Ἐκκλησίας τὸ σῶμα. γʹ. «Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ Πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυχωμένοι ἐν Χριστῷ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
