Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.580
Not analysed yet
Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.» Τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· «Καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι.» Τοῦτο καὶ ὁ Θεὸς διὰ τοῦ Προφήτου παρηγγύησεν Ἰουδαίοις· «Περιτμήθητε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν τὴν σκληράν.» δʹ. «Καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί.» Ἀλλὰ μηδεὶς οἰέσθω με ταῦτα λέγειν ὡς ἀπερίτμητον, καὶ διὰ τῆς περιτομῆς σεμνύνεσθαι μὴ δυνάμενον. «Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον.» Καλῶς τὸ δοκεῖ προστέθεικεν. Οὐ γὰρ εἰκότως πέποιθε τῇ σαρκί. Εἶτα κατὰ μέρος διέξεισι τὰ τῶν Ἰουδαίων σεμνά. εʹ. «Περιτομὴ ὀκταήμερος.» Οὐ γὰρ ὡς προσήλυτος τὴν περιτομὴν ἐδεξάμην. «Ἐκ γένους Ἰσραήλ.» Οὔτε μὴν ἐκ προσηλύτων γεγέννημαι, ἀλλὰ τὸν Ἰσραὴλ αὐχῶ πρόγονον. «Φυλῆς Βενιαμίν.» Καὶ οὐδὲ τῶν ἡμιδούλων εἰμὶ, ἀλλ' ἐκ τῆς ἐλευθερίας ἐβλάστησα, ἐκ τῆς Ῥαχὴλ τῆς ἠγαπημένης, ὑπὲρ ἧς ὁ πατριάρχης ἐδούλευσεν. «Ἑβραῖος ἐξ Ἑβραίων.» Εἰς αὐτὴν τὴν ῥίζαν ἀνέδραμεν. Εἶτα τὸ λοιπὸν τῆς γνώμης. «Κατὰ νόμον Φαρισαῖος.» Αὐτὴ γὰρ κρείττων ἡ αἵρεσις ἦν. ϛʹ. «Κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν.» Οὐ γὰρ διὰ τὴν φιλοτιμίαν, οὐδὲ διὰ δόξαν κενὴν, οὐδὲ φθόνῳ βαλλόμενος, ὡς Ἰουδαίων ἄρχοντες, ἀλλὰ τῷ ὑπὲρ τοῦ νόμου φλεγόμενος ζήλῳ, τὴν Ἐκκλησίαν ἐπόρθουν. «Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.» Ἔδειξεν οὐκ ἀκριβῆ δικαιοσύνην τὴν νομικήν. Οὗ δὴ χάριν οὐκ ἀορίστως ἔφη, κατὰ δικαιοσύνην γενόμενος ἄμεμπτος, ἀλλὰ προστέθεικε, τὴν ἐν νόμῳ. Οὕτω ταῦτα διεξελθὼν, δείκνυσιν ὡς οὐδαμῶς ἐπὶ τούτοις σεμνύνεται, καί φησιν· ζʹ. «Ἀλλ' ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημα διὰ τὸν Χριστὸν ζημίαν.» Τῇ παραθέσει τῶν κρειττόνων ζημίαν ὠνόμασε τὰ ἐλάττονα. Περιττὸς γὰρ ὁ λύχνος τοῦ ἡλίου φανέντος· περιττὸς ὁ παιδαγωγὸς τοῖς τὴν τελείαν τὴν σοφίαν δεξαμένοις, ἄχρηστόν ἐστι τῆς τιτθῆς τὸ γάλα τοῖς μεταλαχοῦσι τελείας τροφῆς. Λέγει δὲ τοῦτο σαφέστερον. ηʹ. «Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι ζημίαν εἶναι πάντα, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω.» Διὰ τὴν μείζονα γνῶσιν τὴν ἐλάττονα ζημίαν καλῶ, καὶ καταφρονῶ τῶν μειόνων διὰ τὰ κρείττονα. Οὐ γὰρ ὡς φαῦλα φεύγω, ἀλλὰ προαιροῦμαι τὰ μείζονα, καὶ τὸν σῖτον λαβὼν, περιττὸν ἡγοῦμαι τὸ σκύβαλον.